TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 954
Previous part

Chapter: 4 
Verse: 1    Διότι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ιουδα καὶ Ιερουσαλημ,
Verse: 2    
καὶ συνάξω πάντα τὰ ἔϑνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ιωσαϕατ καὶ διακριϑήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ισραηλ, οἳ διεσπάρησαν ἐν τοῖς ἔϑνεσιν· καὶ τὴν γῆν μου καταδιείλαντο
Verse: 3    
καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους καὶ ἔδωκαν τὰ παιδάρια πόρναις καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου καὶ ἔπινον.
Verse: 4    
καὶ τί καὶ ὑμεῖς ἐμοί, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοϕύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοὶ ὀξέως; καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεϕαλὰς ὑμῶν,
Verse: 5    
ἀνϑ' ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν
Verse: 6    
καὶ τοὺς υἱοὺς Ιουδα καὶ τοὺς υἱοὺς Ιερουσαλημ ἀπέδοσϑε τοῖς υἱοῖς τῶν ῾Ελλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.
Verse: 7    
ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου, οὗ ἀπέδοσϑε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεϕαλὰς ὑμῶν
Verse: 8    
καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς ϑυγατέρας ὑμῶν εἰς χεῖρας υἱῶν Ιουδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔϑνος μακρὰν ἀπέχον, ὅτι κύριος ἐλάλησεν.
Verse: 9    
Κηρύξατε ταῦτα ἐν τοῖς ἔϑνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητάς· προσαγάγετε καὶ ἀναβαίνετε, πάντες ἄνδρες πολεμισταί.
Verse: 10    
συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομϕαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ἀδύνατος λεγέτω ὅτι ᾽Ισχύω ἐγώ.
Verse: 11    
συναϑροίζεσϑε καὶ εἰσπορεύεσϑε, πάντα τὰ ἔϑνη κυκλόϑεν, καὶ συνάχϑητε ἐκεῖ· πραὺς ἔστω μαχητής.
Verse: 12    
ἐξεγειρέσϑωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔϑνη εἰς τὴν κοιλάδα Ιωσαϕατ, διότι ἐκεῖ καϑιῶ τοῦ διακρῖναι πάντα τὰ ἔϑνη κυκλόϑεν.
Verse: 13    
ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρύγητος· εἰσπορεύεσϑε πατεῖτε, διότι πλήρης ληνός· ὑπερεκχεῖται τὰ ὑπολήνια, ὅτι πεπλήϑυνται τὰ κακὰ αὐτῶν.
Verse: 14    
ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης.
Verse: 15    
ἥλιος καὶ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν ϕέγγος αὐτῶν.
Verse: 16    
δὲ κύριος ἐκ Σιων ἀνακεκράξεται καὶ ἐξ Ιερουσαλημ δώσει ϕωνὴν αὐτοῦ, καὶ σεισϑήσεται οὐρανὸς καὶ γῆ· δὲ κύριος ϕείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει κύριος τοὺς υἱοὺς Ισραηλ.
Verse: 17    
καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος ϑεὸς ὑμῶν κατασκηνῶν ἐν Σιων ἐν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ιερουσαλημ πόλις ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι' αὐτῆς οὐκέτι.
Verse: 18    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀϕέσεις Ιουδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων.
Verse: 19    
Αἴγυπτος εἰς ἀϕανισμὸν ἔσται, καὶ Ιδουμαία εἰς πεδίον ἀϕανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν Ιουδα, ἀνϑ' ὧν ἐξέχεαν αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν.
Verse: 20    
δὲ Ιουδαία εἰς τὸν αἰῶνα κατοικηϑήσεται καὶ Ιερουσαλημ εἰς γενεὰς γενεῶν.
Verse: 21    
καὶ ἐκδικήσω τὸ αἷμα αὐτῶν καὶ οὐ μὴ ἀϑῳώσω. καὶ κύριος κατασκηνώσει ἐν Σιων. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.