TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 955
Book: Abd.
ΑΒΔΙΟΥ
Chapter: _
Verse: 1
῞Ορασις
Αβδιου
.
Τάδε
λέγει
κύριος
ὁ
θεὸς
τῇ
Ιδουμαίᾳ
᾽Ακοὴν
ἤκουσα
παρὰ
κυρίου
,
καὶ
περιοχὴν
εἰς
τὰ
ἔθνη
ἐξαπέστειλεν
᾽Ανάστητε
καὶ
ἐξαναστῶμεν
ἐπ
'
αὐτὴν
εἰς
πόλεμον
.
Verse: 2
ἰδοὺ
ὀλιγοστὸν
δέδωκά
σε
ἐν
τοῖς
ἔθνεσιν
,
ἠτιμωμένος
σὺ
εἶ
σϕόδρα
.
Verse: 3
ὑπερηϕανία
τῆς
καρδίας
σου
ἐπῆρέν
σε
κατασκηνοῦντα
ἐν
ταῖς
ὀπαῖς
τῶν
πετρῶν
,
ὑψῶν
κατοικίαν
αὐτοῦ
λέγων
ἐν
καρδίᾳ
αὐτοῦ
Τίς
με
κατάξει
ἐπὶ
τὴν
γῆν
;
Verse: 4
ἐὰν
μετεωρισθῇς
ὡς
ἀετὸς
καὶ
ἐὰν
ἀνὰ
μέσον
τῶν
ἄστρων
θῇς
νοσσιάν
σου
,
ἐκεῖθεν
κατάξω
σε
,
λέγει
κύριος
.
Verse: 5
εἰ
κλέπται
εἰσῆλθον
πρὸς
σὲ
ἢ
λῃσταὶ
νυκτός
,
ποῦ
ἂν
ἀπερρίϕης
;
οὐκ
ἂν
ἔκλεψαν
τὰ
ἱκανὰ
ἑαυτοῖς
;
καὶ
εἰ
τρυγηταὶ
εἰσῆλθον
πρὸς
σέ
,
οὐκ
ἂν
ὑπελίποντο
ἐπιϕυλλίδα
;
Verse: 6
πῶς
ἐξηρευνήθη
Ησαυ
καὶ
κατελήμϕθη
αὐτοῦ
τὰ
κεκρυμμένα
.
Verse: 7
ἕως
τῶν
ὁρίων
σου
ἐξαπέστειλάν
σε
πάντες
οἱ
ἄνδρες
τῆς
διαθήκης
σου
,
ἀντέστησάν
σοι
ἠδυνάσθησαν
πρὸς
σὲ
ἄνδρες
εἰρηνικοί
σου
,
ἔθηκαν
ἔνεδρα
ὑποκάτω
σου
,
οὐκ
ἔστιν
σύνεσις
αὐτοῖς
.
Verse: 8
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
,
λέγει
κύριος
,
ἀπολῶ
σοϕοὺς
ἐκ
τῆς
Ιδουμαίας
καὶ
σύνεσιν
ἐξ
ὄρους
Ησαυ
·
Verse: 9
καὶ
πτοηθήσονται
οἱ
μαχηταί
σου
οἱ
ἐκ
Θαιμαν
,
ὅπως
ἐξαρθῇ
ἄνθρωπος
ἐξ
ὄρους
Ησαυ
Verse: 10
διὰ
τὴν
σϕαγὴν
καὶ
τὴν
ἀσέβειαν
τὴν
εἰς
τὸν
ἀδελϕόν
σου
Ιακωβ
,
καὶ
καλύψει
σε
αἰσχύνη
καὶ
ἐξαρθήσῃ
εἰς
τὸν
αἰῶνα
.
Verse: 11
᾽Αϕ
'
ἧς
ἡμέρας
ἀντέστης
ἐξ
ἐναντίας
ἐν
ἡμέρᾳ
αἰχμαλωτευόντων
ἀλλογενῶν
δύναμιν
αὐτοῦ
καὶ
ἀλλότριοι
εἰσῆλθον
εἰς
πύλας
αὐτοῦ
καὶ
ἐπὶ
Ιερουσαλημ
ἔβαλον
κλήρους
,
καὶ
σὺ
ἦς
ὡς
εἷς
ἐξ
αὐτῶν
.
Verse: 12
καὶ
μὴ
ἐπίδῃς
ἡμέραν
ἀδελϕοῦ
σου
ἐν
ἡμέρᾳ
ἀλλοτρίων
καὶ
μὴ
ἐπιχαρῇς
ἐπὶ
τοὺς
υἱοὺς
Ιουδα
ἐν
ἡμέρᾳ
ἀπωλείας
αὐτῶν
καὶ
μὴ
μεγαλορρημονήσῃς
ἐν
ἡμέρᾳ
θλίψεως
·
Verse: 13
μηδὲ
εἰσέλθῃς
εἰς
πύλας
λαῶν
ἐν
ἡμέρᾳ
πόνων
αὐτῶν
μηδὲ
ἐπίδῃς
καὶ
σὺ
τὴν
συναγωγὴν
αὐτῶν
ἐν
ἡμέρᾳ
ὀλέθρου
αὐτῶν
μηδὲ
συνεπιθῇ
ἐπὶ
τὴν
δύναμιν
αὐτῶν
ἐν
ἡμέρᾳ
ἀπωλείας
αὐτῶν
·
Verse: 14
μηδὲ
ἐπιστῇς
ἐπὶ
τὰς
διεκβολὰς
αὐτῶν
τοῦ
ἐξολεθρεῦσαι
τοὺς
ἀνασῳζομένους
αὐτῶν
μηδὲ
συγκλείσῃς
τοὺς
ϕεύγοντας
ἐξ
αὐτῶν
ἐν
ἡμέρᾳ
θλίψεως
.
Verse: 15
διότι
ἐγγὺς
ἡμέρα
κυρίου
ἐπὶ
πάντα
τὰ
ἔθνη
·
ὃν
τρόπον
ἐποίησας
,
οὕτως
ἔσται
σοι
·
τὸ
ἀνταπόδομά
σου
ἀνταποδοθήσεται
εἰς
κεϕαλήν
σου
·
Verse: 16
διότι
ὃν
τρόπον
ἔπιες
ἐπὶ
τὸ
ὄρος
τὸ
ἅγιόν
μου
,
πίονται
πάντα
τὰ
ἔθνη
οἶνον
·
πίονται
καὶ
καταβήσονται
καὶ
ἔσονται
καθὼς
οὐχ
ὑπάρχοντες
.
Verse: 17
᾽Εν
δὲ
τῷ
ὄρει
Σιων
ἔσται
ἡ
σωτηρία
,
καὶ
ἔσται
ἅγιον
·
καὶ
κατακληρονομήσουσιν
ὁ
οἶκος
Ιακωβ
τοὺς
κατακληρονομήσαντας
αὐτούς
.
Verse: 18
καὶ
ἔσται
ὁ
οἶκος
Ιακωβ
πῦρ
,
ὁ
δὲ
οἶκος
Ιωσηϕ
ϕλόξ
,
ὁ
δὲ
οἶκος
Ησαυ
εἰς
καλάμην
,
καὶ
ἐκκαυθήσονται
εἰς
αὐτοὺς
καὶ
καταϕάγονται
αὐτούς
,
καὶ
οὐκ
ἔσται
πυροϕόρος
ἐν
τῷ
οἴκῳ
Ησαυ
,
διότι
κύριος
ἐλάλησεν
.
Verse: 19
καὶ
κατακληρονομήσουσιν
οἱ
ἐν
Ναγεβ
τὸ
ὄρος
τὸ
Ησαυ
καὶ
οἱ
ἐν
τῇ
Σεϕηλα
τοὺς
ἀλλοϕύλους
καὶ
κατακληρονομήσουσιν
τὸ
ὄρος
Εϕραιμ
καὶ
τὸ
πεδίον
Σαμαρείας
καὶ
Βενιαμιν
καὶ
τὴν
Γαλααδῖτιν
.
Verse: 20
καὶ
τῆς
μετοικεσίας
ἡ
ἀρχὴ
αὕτη
·
τοῖς
υἱοῖς
Ισραηλ
γῆ
τῶν
Χαναναίων
ἕως
Σαρεπτων
καὶ
ἡ
μετοικεσία
Ιερουσαλημ
ἕως
Εϕραθα
,
καὶ
κληρονομήσουσιν
τὰς
πόλεις
τοῦ
Ναγεβ
.
Verse: 21
καὶ
ἀναβήσονται
ἄνδρες
σεσῳσμένοι
ἐξ
ὄρους
Σιων
τοῦ
ἐκδικῆσαι
τὸ
ὄρος
Ησαυ
,
καὶ
ἔσται
τῷ
κυρίῳ
ἡ
βασιλεία
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.