TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 954
Chapter: 4
Verse: 1
Διότι
ἰδοὺ
ἐγὼ
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
καὶ
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
,
ὅταν
ἐπιστρέψω
τὴν
αἰχμαλωσίαν
Ιουδα
καὶ
Ιερουσαλημ
,
Verse: 2
καὶ
συνάξω
πάντα
τὰ
ἔθνη
καὶ
κατάξω
αὐτὰ
εἰς
τὴν
κοιλάδα
Ιωσαϕατ
καὶ
διακριθήσομαι
πρὸς
αὐτοὺς
ἐκεῖ
ὑπὲρ
τοῦ
λαοῦ
μου
καὶ
τῆς
κληρονομίας
μου
Ισραηλ
,
οἳ
διεσπάρησαν
ἐν
τοῖς
ἔθνεσιν
·
καὶ
τὴν
γῆν
μου
καταδιείλαντο
Verse: 3
καὶ
ἐπὶ
τὸν
λαόν
μου
ἔβαλον
κλήρους
καὶ
ἔδωκαν
τὰ
παιδάρια
πόρναις
καὶ
τὰ
κοράσια
ἐπώλουν
ἀντὶ
οἴνου
καὶ
ἔπινον
.
Verse: 4
καὶ
τί
καὶ
ὑμεῖς
ἐμοί
,
Τύρος
καὶ
Σιδὼν
καὶ
πᾶσα
Γαλιλαία
ἀλλοϕύλων
;
μὴ
ἀνταπόδομα
ὑμεῖς
ἀνταποδίδοτέ
μοι
;
ἢ
μνησικακεῖτε
ὑμεῖς
ἐπ
'
ἐμοὶ
ὀξέως
;
καὶ
ταχέως
ἀνταποδώσω
τὸ
ἀνταπόδομα
ὑμῶν
εἰς
κεϕαλὰς
ὑμῶν
,
Verse: 5
ἀνθ
'
ὧν
τὸ
ἀργύριόν
μου
καὶ
τὸ
χρυσίον
μου
ἐλάβετε
καὶ
τὰ
ἐπίλεκτά
μου
καὶ
τὰ
καλὰ
εἰσηνέγκατε
εἰς
τοὺς
ναοὺς
ὑμῶν
Verse: 6
καὶ
τοὺς
υἱοὺς
Ιουδα
καὶ
τοὺς
υἱοὺς
Ιερουσαλημ
ἀπέδοσθε
τοῖς
υἱοῖς
τῶν
῾Ελλήνων
,
ὅπως
ἐξώσητε
αὐτοὺς
ἐκ
τῶν
ὁρίων
αὐτῶν
.
Verse: 7
ἰδοὺ
ἐγὼ
ἐξεγείρω
αὐτοὺς
ἐκ
τοῦ
τόπου
,
οὗ
ἀπέδοσθε
αὐτοὺς
ἐκεῖ
,
καὶ
ἀνταποδώσω
τὸ
ἀνταπόδομα
ὑμῶν
εἰς
κεϕαλὰς
ὑμῶν
Verse: 8
καὶ
ἀποδώσομαι
τοὺς
υἱοὺς
ὑμῶν
καὶ
τὰς
θυγατέρας
ὑμῶν
εἰς
χεῖρας
υἱῶν
Ιουδα
,
καὶ
ἀποδώσονται
αὐτοὺς
εἰς
αἰχμαλωσίαν
εἰς
ἔθνος
μακρὰν
ἀπέχον
,
ὅτι
κύριος
ἐλάλησεν
.
Verse: 9
Κηρύξατε
ταῦτα
ἐν
τοῖς
ἔθνεσιν
,
ἁγιάσατε
πόλεμον
,
ἐξεγείρατε
τοὺς
μαχητάς
·
προσαγάγετε
καὶ
ἀναβαίνετε
,
πάντες
ἄνδρες
πολεμισταί
.
Verse: 10
συγκόψατε
τὰ
ἄροτρα
ὑμῶν
εἰς
ῥομϕαίας
καὶ
τὰ
δρέπανα
ὑμῶν
εἰς
σειρομάστας
·
ὁ
ἀδύνατος
λεγέτω
ὅτι
᾽Ισχύω
ἐγώ
.
Verse: 11
συναθροίζεσθε
καὶ
εἰσπορεύεσθε
,
πάντα
τὰ
ἔθνη
κυκλόθεν
,
καὶ
συνάχθητε
ἐκεῖ
·
ὁ
πραὺς
ἔστω
μαχητής
.
Verse: 12
ἐξεγειρέσθωσαν
καὶ
ἀναβαινέτωσαν
πάντα
τὰ
ἔθνη
εἰς
τὴν
κοιλάδα
Ιωσαϕατ
,
διότι
ἐκεῖ
καθιῶ
τοῦ
διακρῖναι
πάντα
τὰ
ἔθνη
κυκλόθεν
.
Verse: 13
ἐξαποστείλατε
δρέπανα
,
ὅτι
παρέστηκεν
τρύγητος
·
εἰσπορεύεσθε
πατεῖτε
,
διότι
πλήρης
ἡ
ληνός
·
ὑπερεκχεῖται
τὰ
ὑπολήνια
,
ὅτι
πεπλήθυνται
τὰ
κακὰ
αὐτῶν
.
Verse: 14
ἦχοι
ἐξήχησαν
ἐν
τῇ
κοιλάδι
τῆς
δίκης
,
ὅτι
ἐγγὺς
ἡμέρα
κυρίου
ἐν
τῇ
κοιλάδι
τῆς
δίκης
.
Verse: 15
ὁ
ἥλιος
καὶ
ἡ
σελήνη
συσκοτάσουσιν
,
καὶ
οἱ
ἀστέρες
δύσουσιν
ϕέγγος
αὐτῶν
.
Verse: 16
ὁ
δὲ
κύριος
ἐκ
Σιων
ἀνακεκράξεται
καὶ
ἐξ
Ιερουσαλημ
δώσει
ϕωνὴν
αὐτοῦ
,
καὶ
σεισθήσεται
ὁ
οὐρανὸς
καὶ
ἡ
γῆ
·
ὁ
δὲ
κύριος
ϕείσεται
τοῦ
λαοῦ
αὐτοῦ
,
καὶ
ἐνισχύσει
κύριος
τοὺς
υἱοὺς
Ισραηλ
.
Verse: 17
καὶ
ἐπιγνώσεσθε
διότι
ἐγὼ
κύριος
ὁ
θεὸς
ὑμῶν
ὁ
κατασκηνῶν
ἐν
Σιων
ἐν
ὄρει
ἁγίῳ
μου
·
καὶ
ἔσται
Ιερουσαλημ
πόλις
ἁγία
,
καὶ
ἀλλογενεῖς
οὐ
διελεύσονται
δι
'
αὐτῆς
οὐκέτι
.
Verse: 18
καὶ
ἔσται
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἀποσταλάξει
τὰ
ὄρη
γλυκασμόν
,
καὶ
οἱ
βουνοὶ
ῥυήσονται
γάλα
,
καὶ
πᾶσαι
αἱ
ἀϕέσεις
Ιουδα
ῥυήσονται
ὕδατα
,
καὶ
πηγὴ
ἐξ
οἴκου
κυρίου
ἐξελεύσεται
καὶ
ποτιεῖ
τὸν
χειμάρρουν
τῶν
σχοίνων
.
Verse: 19
Αἴγυπτος
εἰς
ἀϕανισμὸν
ἔσται
,
καὶ
ἡ
Ιδουμαία
εἰς
πεδίον
ἀϕανισμοῦ
ἔσται
ἐξ
ἀδικιῶν
υἱῶν
Ιουδα
,
ἀνθ
'
ὧν
ἐξέχεαν
αἷμα
δίκαιον
ἐν
τῇ
γῇ
αὐτῶν
.
Verse: 20
ἡ
δὲ
Ιουδαία
εἰς
τὸν
αἰῶνα
κατοικηθήσεται
καὶ
Ιερουσαλημ
εἰς
γενεὰς
γενεῶν
.
Verse: 21
καὶ
ἐκδικήσω
τὸ
αἷμα
αὐτῶν
καὶ
οὐ
μὴ
ἀθῳώσω
.
καὶ
κύριος
κατασκηνώσει
ἐν
Σιων
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.