TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 230
Previous part

Chapter: 16 
Verse: 1    Καὶ ἐπορεύϑη Σαμψων ἐκεῖϑεν εἰς Γάζαν· καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλϑεν πρὸς αὐτήν.
Verse: 2    
καὶ ἀπηγγέλη τοῖς Γαζαίοις λέγοντες ῞Ηκει Σαμψων ἐνταῦϑα. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐπὶ τῆς πύλης τῆς πόλεως καὶ ἐκώϕευσαν ὅλην τὴν νύκτα λέγοντες ῞Εως ϕωτὸς πρωὶ μείνωμεν καὶ ἀποκτείνωμεν αὐτόν.
Verse: 3    
καὶ ἐκοιμήϑη Σαμψων ἕως τοῦ μεσονυκτίου· καὶ ἀνέστη περὶ τὸ μεσονύκτιον καὶ ἐπελάβετο τῶν ϑυρῶν τῆς πύλης τῆς πόλεως καὶ τῶν δύο σταϑμῶν καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἐπέϑηκεν ἐπὶ τῷ ὤμῳ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυϕὴν τοῦ ὄρους, ἐστιν ἐπὶ πρόσωπον Χεβρων, καὶ ἔϑηκεν αὐτὰ ἐκεῖ.
Verse: 4    
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠγάπησεν γυναῖκα ἐπὶ τοῦ χειμάρρου Σωρηχ, καὶ ὄνομα αὐτῇ Δαλιλα.
Verse: 5    
καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ σατράπαι τῶν ἀλλοϕύλων καὶ εἶπαν αὐτῇ ᾽Απάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἰσχὺς αὐτοῦ ἐστιν μεγάλη καὶ ἐν τίνι δυνησόμεϑα πρὸς αὐτὸν καὶ δήσομεν αὐτὸν ὥστε ταπεινῶσαι αὐτόν, καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου.
Verse: 6    
καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ᾽Ανάγγειλόν μοι ἐν τίνι ἰσχύς σου μεγάλη καὶ ἐν τίνι δεϑήσῃ τοῦ ταπεινωϑῆναί σε.
Verse: 7    
καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων ᾽Εὰν δήσωσίν με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ ἠρημωμέναις, καὶ ἀσϑενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνϑρώπων.
Verse: 8    
καὶ ἀνήνεγκαν αὐτῇ οἱ σατράπαι τῶν ἀλλοϕύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ ἠρημωμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς·
Verse: 9    
καὶ τὸ ἔνεδρον αὐτοῦ ἐκάϑητο ἐν τῷ ταμιείῳ· καὶ εἶπεν πρὸς αὐτόν ᾽Αλλόϕυλοι ἐπὶ σέ, Σαμψων· καὶ διέρρηξεν τὰς νευράς, ὃν τρόπον διασπᾶται κλῶσμα τοῦ ἀποτινάγματος ἐν τῷ ὀσϕρανϑῆναι πυρός· καὶ οὐκ ἐγνώσϑη ἰσχὺς αὐτοῦ.
Verse: 10    
καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ᾽Ιδοὺ παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ· νῦν οὖν ἀνάγγειλον δή μοι ἐν τίνι δεϑήσῃ.
Verse: 11    
καὶ εἶπεν πρὸς αὐτήν ᾽Εὰν δεσμῷ δήσωσίν με ἐν ἑπτὰ καλωδίοις καινοῖς, ἐν οἷς οὐκ ἐγενήϑη ἔργον, καὶ ἀσϑενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνϑρώπων.
Verse: 12    
καὶ ἔλαβεν αὐτῷ Δαλιλα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ εἶπεν πρὸς αὐτόν Οἱ ἀλλόϕυλοι ἐπὶ σέ, Σαμψων· καὶ τὸ ἔνεδρον ἐκάϑητο ἐν τῷ ταμιείῳ· καὶ διέσπασεν αὐτὰ ἀπὸ τῶν βραχιόνων αὐτοῦ ὡς ῥάμμα.
Verse: 13    
καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ῞Εως νῦν παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ· ἀνάγγειλον δή μοι ἐν τίνι δεϑήσῃ. καὶ εἶπεν πρὸς αὐτήν ᾽Εὰν ὑϕάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεϕαλῆς μου μετὰ τοῦ διάσματος καὶ ἐγκρούσῃς ἐν τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ἀσϑενὴς ὡς εἷς τῶν ἀνϑρώπων.
Verse: 14    
καὶ ἐκοίμισεν αὐτὸν Δαλιλα καὶ ἐδιάσατο τοὺς ἑπτὰ βοστρύχους τῆς κεϕαλῆς αὐτοῦ μετὰ τῆς ἐκτάσεως καὶ κατέκρουσεν ἐν τοῖς πασσάλοις εἰς τὸν τοῖχον καὶ εἶπεν πρὸς αὐτόν Οἱ ἀλλόϕυλοι ἐπὶ σέ, Σαμψων· καὶ ἐξηγέρϑη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξέσπασεν τοὺς πασσάλους σὺν τῷ ὑϕάσματι ἐκ τοῦ τοίχου καὶ τὸ δίασμα, καὶ οὐκ ἐγνώσϑη ἰσχὺς αὐτοῦ.
Verse: 15    
καὶ εἶπεν πρὸς αὐτὸν Δαλιλα Πῶς ἐρεῖς ᾽Ηγάπηκά σε, καὶ καρδία σου οὐκ ἔστιν μετ' ἐμοῦ; τοῦτο τρίτον παρελογίσω με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἰσχύς σου μεγάλη.
Verse: 16    
καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν τοῖς λόγοις αὐτῆς ὅλην τὴν νύκτα καὶ παρηνώχλησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως εἰς ϑάνατον·
Verse: 17    
καὶ ἀπήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ εἶπεν αὐτῇ Ξυρὸν οὐκ ἀναβήσεται ἐπὶ τὴν κεϕαλήν μου, ὅτι ναζιραῖος ϑεοῦ ἐγώ εἰμι ἐκ κοιλίας μητρός μου, καὶ ἐὰν ξυρήσωμαι, ἀποστήσεται ἀπ' ἐμοῦ ἰσχύς μου, καὶ ἀσϑενήσω καὶ ἔσομαι κατὰ πάντας τοὺς ἀνϑρώπους.
Verse: 18    
καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοϕύλων λέγουσα ᾽Ανάβητε τὸ ἅπαξ, ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοϕύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῖς χερσὶν αὐτῶν.
Verse: 19    
καὶ ἐκοίμισεν αὐτὸν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς· καὶ ἐκάλεσεν τὸν κουρέα, καὶ ἐξύρησεν τοὺς ἑπτὰ βοστρύχους τῆς κεϕαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινοῦσϑαι, καὶ ἀπέστη ἰσχὺς αὐτοῦ ἀπ' αὐτοῦ.
Verse: 20    
καὶ εἶπεν αὐτῷ Δαλιλα Οἱ ἀλλόϕυλοι ἐπὶ σέ, Σαμψων. καὶ ἐξηγέρϑη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ᾽Εξελεύσομαι καὶ ποιήσω καϑὼς ἀεὶ καὶ ἀποτινάξομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι κύριος ἀπέστη ἀπ' αὐτοῦ.
Verse: 21    
καὶ ἐπελάβοντο αὐτοῦ οἱ ἀλλόϕυλοι καὶ ἐξώρυξαν τοὺς ὀϕϑαλμοὺς αὐτοῦ· καὶ κατήγαγον αὐτὸν εἰς Γάζαν καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς, καὶ ἦν ἀλήϑων ἐν οἴκῳ τῆς ϕυλακῆς.
Verse: 22    
Καὶ ἤρξατο ϑρὶξ τῆς κεϕαλῆς αὐτοῦ ἀνατεῖλαι, ἡνίκα ἐξυρήϑη.
Verse: 23    
καὶ οἱ σατράπαι τῶν ἀλλοϕύλων συνήχϑησαν τοῦ ϑῦσαι ϑυσίαν μεγάλην Δαγων τῷ ϑεῷ αὐτῶν καὶ τοῦ εὐϕρανϑῆναι καὶ εἶπαν Παρέδωκεν ϑεὸς ἡμῶν ἐν χειρὶ ἡμῶν Σαμψων τὸν ἐχϑρὸν ἡμῶν.
Verse: 24    
καὶ εἶδεν αὐτὸν λαὸς καὶ ᾔνεσαν τοὺς ϑεοὺς αὐτῶν καὶ εἶπαν Παρέδωκεν ϑεὸς ἡμῶν τὸν ἐχϑρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν καὶ τὸν ἐξερημοῦντα τὴν γῆν ἡμῶν, ὅστις ἐπλήϑυνεν τοὺς τραυματίας ἡμῶν.
Verse: 25    
καὶ ἐγένετο ὅτε ἠγαϑύνϑη καρδία αὐτῶν, καὶ εἶπαν Καλέσατε τὸν Σαμψων ἐξ οἴκου ϕυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψων ἐξ οἴκου τῆς ϕυλακῆς καὶ ἐνέπαιζον αὐτῷ καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν δύο στύλων.
Verse: 26    
καὶ εἶπεν Σαμψων πρὸς τὸ παιδάριον τὸν χειραγωγοῦντα αὐτόν ᾽Επανάπαυσόν με δὴ καὶ ποίησον ψηλαϕῆσαί με ἐπὶ τοὺς στύλους, ἐϕ' ὧν οἶκος ἐπεστήρικται ἐπ' αὐτῶν, καὶ ἐπιστηρίσομαι ἐπ' αὐτούς· δὲ παῖς ἐποίησεν οὕτως.
Verse: 27    
δὲ οἶκος ἦν πλήρης ἀνδρῶν καὶ γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ σατράπαι τῶν ἀλλοϕύλων, καὶ ἐπὶ τοῦ δώματος ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες ἐμβλέποντες ἐμπαιζόμενον τὸν Σαμψων.
Verse: 28    
καὶ ἐβόησεν Σαμψων πρὸς κύριον καὶ εἶπεν Κύριε κύριε, μνήσϑητί μου καὶ ἐνίσχυσόν με δὴ πλὴν ἔτι τὸ ἅπαξ τοῦτο, καὶ ἐκδικήσω ἐκδίκησιν μίαν ἀντὶ τῶν δύο ὀϕϑαλμῶν μου ἐκ τῶν ἀλλοϕύλων.
Verse: 29    
καὶ περιέλαβεν Σαμψων τοὺς δύο στύλους τοὺς μέσους, ἐϕ' ὧν οἶκος ἐπεστήρικτο ἐπ' αὐτῶν, καὶ ἐπεστηρίσατο ἐπ' αὐτοῖς, ἕνα ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα ἐν τῇ ἀριστερᾷ αὐτοῦ.
Verse: 30    
καὶ εἶπεν Σαμψων ᾽Αποϑανέτω ψυχή μου μετὰ τῶν ἀλλοϕύλων· καὶ ἔκλινεν ἐν ἰσχύι, καὶ ἔπεσεν οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἐγένοντο οἱ τεϑνηκότες, οὓς ἐϑανάτωσεν Σαμψων ἐν τῷ ϑανάτῳ αὐτοῦ, πλείους ὑπὲρ οὓς ἐϑανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.
Verse: 31    
καὶ κατέβησαν οἱ ἀδελϕοὶ αὐτοῦ καὶ πᾶς οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔϑαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσϑαολ ἐν τῷ τάϕῳ Μανωε τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.