TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 103
Previous part

Chapter: 13 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Verse: 2    
᾽Ανϑρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁϕὴ λέπρας, καὶ ἀχϑήσεται πρὸς Ααρων τὸν ἱερέα ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων.
Verse: 3    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ϑρὶξ ἐν τῇ ἁϕῇ μεταβάλῃ λευκή, καὶ ὄψις τῆς ἁϕῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, ἁϕὴ λέπρας ἐστίν· καὶ ὄψεται ἱερεὺς καὶ μιανεῖ αὐτόν.
Verse: 4    
ἐὰν δὲ τηλαυγὴς λευκὴ ἐν τῷ δέρματι τοῦ χρωτός, καὶ ταπεινὴ μὴ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ϑρὶξ αὐτοῦ οὐ μετέβαλεν τρίχα λευκήν, αὐτὴ δέ ἐστιν ἀμαυρά, καὶ ἀϕοριεῖ ἱερεὺς τὴν ἁϕὴν ἑπτὰ ἡμέρας.
Verse: 5    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ ἁϕὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἁϕὴ ἐν τῷ δέρματι, καὶ ἀϕοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον.
Verse: 6    
καὶ ὄψεται αὐτὸν ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον, καὶ ἰδοὺ ἀμαυρὰ ἁϕή, οὐ μετέπεσεν ἁϕὴ ἐν τῷ δέρματι, καϑαριεῖ αὐτὸν ἱερεύς· σημασία γάρ ἐστιν· καὶ πλυνάμενος τὰ ἱμάτια καϑαρὸς ἔσται.
Verse: 7    
ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ σημασία ἐν τῷ δέρματι μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καϑαρίσαι αὐτόν, καὶ ὀϕϑήσεται τὸ δεύτερον τῷ ἱερεῖ,
Verse: 8    
καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ἱερεύς· λέπρα ἐστίν.
Verse: 9    
Καὶ ἁϕὴ λέπρας ἐὰν γένηται ἐν ἀνϑρώπῳ, καὶ ἥξει πρὸς τὸν ἱερέα·
Verse: 10    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλεν τρίχα λευκήν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ,
Verse: 11    
λέπρα παλαιουμένη ἐστίν, ἐν τῷ δέρματι τοῦ χρωτός ἐστιν, καὶ μιανεῖ αὐτὸν ἱερεὺς καὶ ἀϕοριεῖ αὐτόν, ὅτι ἀκάϑαρτός ἐστιν.
Verse: 12    
ἐὰν δὲ ἐξανϑοῦσα ἐξανϑήσῃ λέπρα ἐν τῷ δέρματι, καὶ καλύψῃ λέπρα πᾶν τὸ δέρμα τῆς ἁϕῆς ἀπὸ κεϕαλῆς ἕως ποδῶν καϑ' ὅλην τὴν ὅρασιν τοῦ ἱερέως,
Verse: 13    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός, καὶ καϑαριεῖ αὐτὸν ἱερεὺς τὴν ἁϕήν, ὅτι πᾶν μετέβαλεν λευκόν, καϑαρόν ἐστιν.
Verse: 14    
καὶ ἂν ἡμέρᾳ ὀϕϑῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανϑήσεται,
Verse: 15    
καὶ ὄψεται ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτὸν χρὼς ὑγιής, ὅτι ἀκάϑαρτός ἐστιν· λέπρα ἐστίν.
Verse: 16    
ἐὰν δὲ ἀποκαταστῇ χρὼς ὑγιὴς καὶ μεταβάλῃ λευκή, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα,
Verse: 17    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἁϕὴ εἰς τὸ λευκόν, καὶ καϑαριεῖ ἱερεὺς τὴν ἁϕήν· καϑαρός ἐστιν.
Verse: 18    
Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος καὶ ὑγιασϑῇ,
Verse: 19    
καὶ γένηται ἐν τῷ τόπῳ τοῦ ἕλκους οὐλὴ λευκὴ τηλαυγὴς λευκαίνουσα πυρρίζουσα, καὶ ὀϕϑήσεται τῷ ἱερεῖ,
Verse: 20    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ὄψις ταπεινοτέρα τοῦ δέρματος, καὶ ϑρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν, καὶ μιανεῖ αὐτὸν ἱερεύς· λέπρα ἐστίν, ἐν τῷ ἕλκει ἐξήνϑησεν.
Verse: 21    
ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ ϑρὶξ λευκή, καὶ ταπεινὸν μὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, καὶ αὐτὴ ἀμαυρά, ἀϕοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας.
Verse: 22    
ἐὰν δὲ διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ἱερεύς· ἁϕὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνϑησεν.
Verse: 23    
ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, οὐλὴ τοῦ ἕλκους ἐστίν, καὶ καϑαριεῖ αὐτὸν ἱερεύς.
Verse: 24    
Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός, καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασϑὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἔκλευκον,
Verse: 25    
καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ϑρὶξ λευκὴ εἰς τὸ αὐγάζον, καὶ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος, λέπρα ἐστίν, ἐν τῷ κατακαύματι ἐξήνϑησεν· καὶ μιανεῖ αὐτὸν ἱερεύς, ἁϕὴ λέπρας ἐστίν.
Verse: 26    
ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τῷ αὐγάζοντι ϑρὶξ λευκή, καὶ ταπεινὸν μὴ ἀπὸ τοῦ δέρματος, αὐτὸ δὲ ἀμαυρόν, καὶ ἀϕοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας.
Verse: 27    
καὶ ὄψεται αὐτὸν ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχύσει διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ἱερεύς· ἁϕὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνϑησεν.
Verse: 28    
ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ αὐγάζον καὶ μὴ διαχυϑῇ ἐν τῷ δέρματι, αὐτὴ δὲ ἀμαυρά, οὐλὴ τοῦ κατακαύματός ἐστιν, καὶ καϑαριεῖ αὐτὸν ἱερεύς· γὰρ χαρακτὴρ τοῦ κατακαύματός ἐστιν.
Verse: 29    
Καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁϕὴ λέπρας ἐν τῇ κεϕαλῇ ἐν τῷ πώγωνι,
Verse: 30    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕὴν καὶ ἰδοὺ ὄψις αὐτῆς ἐγκοιλοτέρα τοῦ δέρματος, ἐν αὐτῇ δὲ ϑρὶξ ξανϑίζουσα λεπτή, καὶ μιανεῖ αὐτὸν ἱερεύς· ϑραῦσμά ἐστιν, λέπρα τῆς κεϕαλῆς λέπρα τοῦ πώγωνός ἐστιν.
Verse: 31    
καὶ ἐὰν ἴδῃ ἱερεὺς τὴν ἁϕὴν τοῦ ϑραύσματος καὶ ἰδοὺ οὐχ ὄψις ἐγκοιλοτέρα τοῦ δέρματος, καὶ ϑρὶξ ξανϑίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ἀϕοριεῖ ἱερεὺς τὴν ἁϕὴν τοῦ ϑραύσματος ἑπτὰ ἡμέρας.
Verse: 32    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύϑη τὸ ϑραῦσμα, καὶ ϑρὶξ ξανϑίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ὄψις τοῦ ϑραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος,
Verse: 33    
καὶ ξυρηϑήσεται τὸ δέρμα, τὸ δὲ ϑραῦσμα οὐ ξυρηϑήσεται, καὶ ἀϕοριεῖ ἱερεὺς τὸ ϑραῦσμα ἑπτὰ ἡμέρας τὸ δεύτερον.
Verse: 34    
καὶ ὄψεται ἱερεὺς τὸ ϑραῦσμα τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύϑη τὸ ϑραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ ξυρηϑῆναι αὐτόν, καὶ ὄψις τοῦ ϑραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος, καὶ καϑαριεῖ αὐτὸν ἱερεύς, καὶ πλυνάμενος τὰ ἱμάτια καϑαρὸς ἔσται.
Verse: 35    
ἐὰν δὲ διαχύσει διαχέηται τὸ ϑραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ καϑαρισϑῆναι αὐτόν,
Verse: 36    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ διακέχυται τὸ ϑραῦσμα ἐν τῷ δέρματι, οὐκ ἐπισκέψεται ἱερεὺς περὶ τῆς τριχὸς τῆς ξανϑῆς, ὅτι ἀκάϑαρτός ἐστιν.
Verse: 37    
ἐὰν δὲ ἐνώπιον μείνῃ τὸ ϑραῦσμα ἐπὶ χώρας καὶ ϑρὶξ μέλαινα ἀνατείλῃ ἐν αὐτῷ, ὑγίακεν τὸ ϑραῦσμα· καϑαρός ἐστιν, καὶ καϑαριεῖ αὐτὸν ἱερεύς.
Verse: 38    
Καὶ ἀνδρὶ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαϑίζοντα,
Verse: 39    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαϑίζοντα, ἀλϕός ἐστιν, καϑαρός ἐστιν· ἐξανϑεῖ ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καϑαρός ἐστιν.
Verse: 40    
᾽Εὰν δέ τινι μαδήσῃ κεϕαλὴ αὐτοῦ, ϕαλακρός ἐστιν, καϑαρός ἐστιν·
Verse: 41    
ἐὰν δὲ κατὰ πρόσωπον μαδήσῃ κεϕαλὴ αὐτοῦ, ἀναϕάλαντός ἐστιν, καϑαρός ἐστιν.
Verse: 42    
ἐὰν δὲ γένηται ἐν τῷ ϕαλακρώματι αὐτοῦ ἐν τῷ ἀναϕαλαντώματι αὐτοῦ ἁϕὴ λευκὴ πυρρίζουσα, λέπρα ἐστὶν ἐν τῷ ϕαλακρώματι αὐτοῦ ἐν τῷ ἀναϕαλαντώματι αὐτοῦ,
Verse: 43    
καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ ὄψις τῆς ἁϕῆς λευκὴ πυρρίζουσα ἐν τῷ ϕαλακρώματι αὐτοῦ ἐν τῷ ἀναϕαλαντώματι αὐτοῦ ὡς εἶδος λέπρας ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ,
Verse: 44    
ἄνϑρωπος λεπρός ἐστιν· μιάνσει μιανεῖ αὐτὸν ἱερεύς, ἐν τῇ κεϕαλῇ αὐτοῦ ἁϕὴ αὐτοῦ.
Verse: 45    
Καὶ λεπρός, ἐν ἐστιν ἁϕή, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ κεϕαλὴ αὐτοῦ ἀκατακάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσϑω καὶ ἀκάϑαρτος κεκλήσεται·
Verse: 46    
πάσας τὰς ἡμέρας, ὅσας ἂν ἐπ' αὐτοῦ ἁϕή, ἀκάϑαρτος ὢν ἀκάϑαρτος ἔσται· κεχωρισμένος καϑήσεται, ἔξω τῆς παρεμβολῆς ἔσται αὐτοῦ διατριβή.
Verse: 47    
Καὶ ἱματίῳ ἐὰν γένηται ἐν αὐτῷ ἁϕὴ λέπρας, ἐν ἱματίῳ ἐρεῷ ἐν ἱματίῳ στιππυίνῳ,
Verse: 48    
ἐν στήμονι ἐν κρόκῃ ἐν τοῖς λινοῖς ἐν τοῖς ἐρεοῖς ἐν δέρματι ἐν παντὶ ἐργασίμῳ δέρματι,
Verse: 49    
καὶ γένηται ἁϕὴ χλωρίζουσα πυρρίζουσα ἐν τῷ δέρματι ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει ἐργασίμῳ δέρματος, ἁϕὴ λέπρας ἐστίν, καὶ δείξει τῷ ἱερεῖ.
Verse: 50    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕήν, καὶ ἀϕοριεῖ ἱερεὺς τὴν ἁϕὴν ἑπτὰ ἡμέρας.
Verse: 51    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχέηται ἁϕὴ ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν τῷ δέρματι κατὰ πάντα, ὅσα ἂν ποιηϑῇ δέρματα ἐν τῇ ἐργασίᾳ, λέπρα ἔμμονός ἐστιν ἁϕή, ἀκάϑαρτός ἐστιν.
Verse: 52    
κατακαύσει τὸ ἱμάτιον τὸν στήμονα τὴν κρόκην ἐν τοῖς ἐρεοῖς ἐν τοῖς λινοῖς ἐν παντὶ σκεύει δερματίνῳ, ἐν ἐὰν ἐν αὐτῷ ἁϕή, ὅτι λέπρα ἔμμονός ἐστιν, ἐν πυρὶ κατακαυϑήσεται.
Verse: 53    
ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ μὴ διαχέηται ἁϕὴ ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει δερματίνῳ,
Verse: 54    
καὶ συντάξει ἱερεύς, καὶ πλυνεῖ ἐϕ' οὗ ἐὰν ἐπ' αὐτοῦ ἁϕή, καὶ ἀϕοριεῖ ἱερεὺς τὴν ἁϕὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον·
Verse: 55    
καὶ ὄψεται ἱερεὺς μετὰ τὸ πλυϑῆναι αὐτὸ τὴν ἁϕήν, καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἁϕή, καὶ ἁϕὴ οὐ διαχεῖται, ἀκάϑαρτόν ἐστιν, ἐν πυρὶ κατακαυϑήσεται· ἐστήρισται ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ.
Verse: 56    
καὶ ἐὰν ἴδῃ ἱερεὺς καὶ ἀμαυρὰ ἁϕὴ μετὰ τὸ πλυϑῆναι αὐτό, ἀπορρήξει αὐτὸ ἀπὸ τοῦ ἱματίου ἀπὸ τοῦ δέρματος ἀπὸ τοῦ στήμονος ἀπὸ τῆς κρόκης.
Verse: 57    
ἐὰν δὲ ὀϕϑῇ ἔτι ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει δερματίνῳ, λέπρα ἐξανϑοῦσά ἐστιν· ἐν πυρὶ κατακαυϑήσεται ἐν ἐστὶν ἁϕή.
Verse: 58    
καὶ τὸ ἱμάτιον στήμων κρόκη πᾶν σκεῦος δερμάτινον, πλυϑήσεται καὶ ἀποστήσεται ἀπ' αὐτοῦ ἁϕή, καὶ πλυϑήσεται τὸ δεύτερον καὶ καϑαρὸν ἔσται.
Verse: 59    
οὗτος νόμος ἁϕῆς λέπρας ἱματίου ἐρεοῦ στιππυίνου στήμονος κρόκης παντὸς σκεύους δερματίνου εἰς τὸ καϑαρίσαι αὐτὸ μιᾶναι αὐτό.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.