TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 96
Previous part

Chapter: 6 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
῎Εντειλαι Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὗτος νόμος τῆς ὁλοκαυτώσεως· αὐτὴ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ ϑυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωί, καὶ τὸ πῦρ τοῦ ϑυσιαστηρίου καυϑήσεται ἐπ' αὐτοῦ, οὐ σβεσϑήσεται.
Verse: 3    
καὶ ἐνδύσεται ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ καὶ ἀϕελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ τὴν ὁλοκαύτωσιν, ἀπὸ τοῦ ϑυσιαστηρίου καὶ παραϑήσει αὐτὸ ἐχόμενον τοῦ ϑυσιαστηρίου.
Verse: 4    
καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καϑαρόν.
Verse: 5    
καὶ πῦρ ἐπὶ τὸ ϑυσιαστήριον καυϑήσεται ἀπ' αὐτοῦ καὶ οὐ σβεσϑήσεται, καὶ καύσει ἱερεὺς ἐπ' αὐτὸ ξύλα τὸ πρωὶ καὶ στοιβάσει ἐπ' αὐτοῦ τὴν ὁλοκαύτωσιν καὶ ἐπιϑήσει ἐπ' αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου·
Verse: 6    
καὶ πῦρ διὰ παντὸς καυϑήσεται ἐπὶ τὸ ϑυσιαστήριον, οὐ σβεσϑήσεται.
Verse: 7    
Οὗτος νόμος τῆς ϑυσίας, ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ααρων ἔναντι κυρίου ἀπέναντι τοῦ ϑυσιαστηρίου·
Verse: 8    
καὶ ἀϕελεῖ ἀπ' αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς ϑυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς καὶ σὺν τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς ϑυσίας καὶ ἀνοίσει ἐπὶ τὸ ϑυσιαστήριον κάρπωμα· ὀσμὴ εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ κυρίῳ.
Verse: 9    
τὸ δὲ καταλειϕϑὲν ἀπ' αὐτῆς ἔδεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ· ἄζυμα βρωϑήσεται ἐν τόπῳ ἁγίῳ, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν.
Verse: 10    
οὐ πεϕϑήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων κυρίου· ἅγια ἁγίων ὥσπερ τὸ τῆς ἁμαρτίας καὶ ὥσπερ τὸ τῆς πλημμελείας.
Verse: 11    
πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων κυρίου. πᾶς, ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασϑήσεται.
Verse: 12    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 13    
Τοῦτο τὸ δῶρον Ααρων καὶ τῶν υἱῶν αὐτοῦ, προσοίσουσιν κυρίῳ ἐν τῇ ἡμέρᾳ, ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οιϕι σεμιδάλεως εἰς ϑυσίαν διὰ παντός, τὸ ἥμισυ αὐτῆς τὸ πρωὶ καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν.
Verse: 14    
ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηϑήσεται, πεϕυραμένην οἴσει αὐτήν, ἑλικτά, ϑυσίαν ἐκ κλασμάτων, ϑυσίαν ὀσμὴν εὐωδίας κυρίῳ.
Verse: 15    
ἱερεὺς χριστὸς ἀντ' αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσϑήσεται.
Verse: 16    
καὶ πᾶσα ϑυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωϑήσεται.
Verse: 17    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 18    
Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὗτος νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ, οὗ σϕάζουσιν τὸ ὁλοκαύτωμα, σϕάξουσιν τὰ περὶ τῆς ἁμαρτίας ἔναντι κυρίου· ἅγια ἁγίων ἐστίν.
Verse: 19    
ἱερεὺς ἀναϕέρων αὐτὴν ἔδεται αὐτήν· ἐν τόπῳ ἁγίῳ βρωϑήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 20    
πᾶς ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασϑήσεται· καὶ ἐὰν ἐπιρραντισϑῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ἐὰν ῥαντισϑῇ ἐπ' αὐτὸ πλυϑήσεται ἐν τόπῳ ἁγίῳ.
Verse: 21    
καὶ σκεῦος ὀστράκινον, οὗ ἐὰν ἑψηϑῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηϑῇ, ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι.
Verse: 22    
πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσιν ϕάγεται αὐτά· ἅγια ἁγίων ἐστὶν κυρίου.
Verse: 23    
καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἐὰν εἰσενεχϑῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασϑαι ἐν τῷ ἁγίῳ, οὐ βρωϑήσεται· ἐν πυρὶ κατακαυϑήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.