TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 95
Previous part

Chapter: 5 
Verse: 1    ᾽Εὰν δὲ ψυχὴ ἁμάρτῃ καὶ ἀκούσῃ ϕωνὴν ὁρκισμοῦ καὶ οὗτος μάρτυς [ἢ ἑώρακεν σύνοιδεν], ἐὰν μὴ ἀπαγγείλῃ, λήμψεται τὴν ἁμαρτίαν·
Verse: 2    
ψυχή, ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαϑάρτου, ϑνησιμαίου ϑηριαλώτου ἀκαϑάρτου τῶν ϑνησιμαίων τῶν βδελυγμάτων τῶν ἀκαϑάρτων τῶν ϑνησιμαίων κτηνῶν τῶν ἀκαϑάρτων,
Verse: 3    
ἅψηται ἀπὸ ἀκαϑαρσίας ἀνϑρώπου, ἀπὸ πάσης ἀκαϑαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανϑῇ, καὶ ἔλαϑεν αὐτόν, μετὰ τοῦτο δὲ γνῷ καὶ πλημμελήσῃ,
Verse: 4    
ψυχή, ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσιν κακοποιῆσαι καλῶς ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν διαστείλῃ ἄνϑρωπος μεϑ' ὅρκου, καὶ λάϑῃ αὐτὸν πρὸ ὀϕϑαλμῶν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἕν τι τούτων,
Verse: 5    
καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὧν ἡμάρτηκεν κατ' αὐτῆς,
Verse: 6    
καὶ οἴσει περὶ ὧν ἐπλημμέλησεν κυρίῳ, περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν, ϑῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, καὶ ἀϕεϑήσεται αὐτῷ ἁμαρτία.
Verse: 7    
᾽Εὰν δὲ μὴ ἰσχύσῃ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, δύο τρυγόνας δύο νεοσσοὺς περιστερῶν κυρίῳ, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα.
Verse: 8    
καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα, καὶ προσάξει ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον· καὶ ἀποκνίσει ἱερεὺς τὴν κεϕαλὴν αὐτοῦ ἀπὸ τοῦ σϕονδύλου καὶ οὐ διελεῖ·
Verse: 9    
καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ ϑυσιαστηρίου, τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ ϑυσιαστηρίου· ἁμαρτίας γάρ ἐστιν.
Verse: 10    
καὶ τὸ δεύτερον ποιήσει ὁλοκαύτωμα, ὡς καϑήκει. καὶ ἐξιλάσεται ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, καὶ ἀϕεϑήσεται αὐτῷ.
Verse: 11    
ἐὰν δὲ μὴ εὑρίσκῃ αὐτοῦ χεὶρ ζεῦγος τρυγόνων δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ περὶ οὗ ἥμαρτεν, τὸ δέκατον τοῦ οιϕι σεμίδαλιν περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον οὐδὲ ἐπιϑήσει ἐπ' αὐτὸ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστίν·
Verse: 12    
καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα. καὶ δραξάμενος ἱερεὺς ἀπ' αὐτῆς πλήρη τὴν δράκα, τὸ μνημόσυνον αὐτῆς ἐπιϑήσει ἐπὶ τὸ ϑυσιαστήριον τῶν ὁλοκαυτωμάτων κυρίῳ· ἁμαρτία ἐστίν.
Verse: 13    
καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, ἐϕ' ἑνὸς τούτων, καὶ ἀϕεϑήσεται αὐτῷ. τὸ δὲ καταλειϕϑὲν ἔσται τῷ ἱερεῖ ὡς ϑυσία τῆς σεμιδάλεως.
Verse: 14    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 15    
Ψυχὴ ἐὰν λάϑῃ αὐτὸν λήϑη καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησεν.
Verse: 16    
καὶ ἥμαρτεν ἀπὸ τῶν ἁγίων, ἀποτείσαι αὐτὸ καὶ τὸ ἐπίπεμπτον προσϑήσει ἐπ' αὐτὸ καὶ δώσει αὐτὸ τῷ ἱερεῖ· καὶ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀϕεϑήσεται αὐτῷ.
Verse: 17    
Καὶ ψυχή, ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω καὶ πλημμελήσῃ καὶ λάβῃ τὴν ἁμαρτίαν,
Verse: 18    
καὶ οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων τιμῆς ἀργυρίου εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησεν καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀϕεϑήσεται αὐτῷ·
Verse: 19    
ἐπλημμέλησεν γὰρ πλημμέλησιν ἔναντι κυρίου.
Verse: 20    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 21    
Ψυχὴ ἐὰν ἁμάρτῃ καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραϑήκῃ περὶ κοινωνίας περὶ ἁρπαγῆς ἠδίκησέν τι τὸν πλησίον
Verse: 22    
εὗρεν ἀπώλειαν καὶ ψεύσηται περὶ αὐτῆς καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ἄνϑρωπος ὥστε ἁμαρτεῖν ἐν τούτοις,
Verse: 23    
καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ἥρπασεν, τὸ ἀδίκημα, ἠδίκησεν, τὴν παραϑήκην, ἥτις παρετέϑη αὐτῷ, τὴν ἀπώλειαν, ἣν εὗρεν,
Verse: 24    
ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσεν περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτείσει αὐτὸ τὸ κεϕάλαιον καὶ τὸ πέμπτον προσϑήσει ἐπ' αὐτό· τίνος ἐστίν, αὐτῷ ἀποδώσει ἡμέρᾳ ἐλεγχϑῇ.
Verse: 25    
καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον τιμῆς εἰς ἐπλημμέλησεν αὐτῷ.
Verse: 26    
καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς ἔναντι κυρίου, καὶ ἀϕεϑήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐποίησεν καὶ ἐπλημμέλησεν αὐτῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.