TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 94
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λάλησον πρὸς τοὺς υἱοὺς Ισραηλ λέγων Ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι κυρίου ἀκουσίως ἀπὸ τῶν προσταγμάτων κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ ποιήσῃ ἕν τι ἀπ' αὐτῶν·
Verse: 3    
ἐὰν μὲν ἀρχιερεὺς κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, μόσχον ἐκ βοῶν ἄμωμον τῷ κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτοῦ.
Verse: 4    
καὶ προσάξει τὸν μόσχον παρὰ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου καὶ ἐπιϑήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεϕαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σϕάξει τὸν μόσχον ἐνώπιον κυρίου.
Verse: 5    
καὶ λαβὼν ἱερεὺς χριστὸς τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου·
Verse: 6    
καὶ βάψει ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι κυρίου κατὰ τὸ καταπέτασμα τὸ ἅγιον·
Verse: 7    
καὶ ἐπιϑήσει ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ ϑυσιαστηρίου τοῦ ϑυμιάματος τῆς συνϑέσεως τοῦ ἐναντίον κυρίου, ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ ϑυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ἐστιν παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 8    
καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ' αὐτοῦ, τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσϑια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσϑίων
Verse: 9    
καὶ τοὺς δύο νεϕροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος [σὺν τοῖς νεϕροῖς περιελεῖ αὐτό],
Verse: 10    
ὃν τρόπον ἀϕαιρεῖται ἀπὸ τοῦ μόσχου τοῦ τῆς ϑυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ἱερεὺς ἐπὶ τὸ ϑυσιαστήριον τῆς καρπώσεως.
Verse: 11    
καὶ τὸ δέρμα τοῦ μόσχου καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεϕαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ
Verse: 12    
καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καϑαρόν, οὗ ἐκχεοῦσιν τὴν σποδιάν, καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί· ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυϑήσεται.
Verse: 13    
᾽Εὰν δὲ πᾶσα συναγωγὴ Ισραηλ ἀγνοήσῃ ἀκουσίως καὶ λάϑῃ ῥῆμα ἐξ ὀϕϑαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου, οὐ ποιηϑήσεται, καὶ πλημμελήσωσιν,
Verse: 14    
καὶ γνωσϑῇ αὐτοῖς ἁμαρτία, ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 15    
καὶ ἐπιϑήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεϕαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σϕάξουσιν τὸν μόσχον ἔναντι κυρίου.
Verse: 16    
καὶ εἰσοίσει ἱερεὺς χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου·
Verse: 17    
καὶ βάψει ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ ἑπτάκις ἔναντι κυρίου κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου·
Verse: 18    
καὶ ἀπὸ τοῦ αἵματος ἐπιϑήσει ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ ϑυσιαστηρίου τῶν ϑυμιαμάτων τῆς συνϑέσεως, ἐστιν ἐνώπιον κυρίου, ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ ϑυσιαστηρίου τῶν καρπώσεων τῶν πρὸς τῇ ϑύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 19    
καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπ' αὐτοῦ καὶ ἀνοίσει ἐπὶ τὸ ϑυσιαστήριον·
Verse: 20    
καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτως ποιηϑήσεται· καὶ ἐξιλάσεται περὶ αὐτῶν ἱερεύς, καὶ ἀϕεϑήσεται αὐτοῖς ἁμαρτία.
Verse: 21    
καὶ ἐξοίσουσιν τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν τὸν μόσχον, ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον. ἁμαρτία συναγωγῆς ἐστιν.
Verse: 22    
᾽Εὰν δὲ ἄρχων ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ ϑεοῦ αὐτῶν, οὐ ποιηϑήσεται, ἀκουσίως καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ,
Verse: 23    
καὶ γνωσϑῇ αὐτῷ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον.
Verse: 24    
καὶ ἐπιϑήσει τὴν χεῖρα ἐπὶ τὴν κεϕαλὴν τοῦ χιμάρου, καὶ σϕάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σϕάζουσιν τὰ ὁλοκαυτώματα ἐνώπιον κυρίου· ἁμαρτία ἐστίν.
Verse: 25    
καὶ ἐπιϑήσει ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ ϑυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ ϑυσιαστηρίου τῶν ὁλοκαυτωμάτων.
Verse: 26    
καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ ϑυσιαστήριον ὥσπερ τὸ στέαρ ϑυσίας σωτηρίου. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀϕεϑήσεται αὐτῷ.
Verse: 27    
᾽Εὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου, οὐ ποιηϑήσεται, καὶ πλημμελήσῃ,
Verse: 28    
καὶ γνωσϑῇ αὐτῷ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, ϑήλειαν ἄμωμον, οἴσει περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν.
Verse: 29    
καὶ ἐπιϑήσει τὴν χεῖρα ἐπὶ τὴν κεϕαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ, καὶ σϕάξουσιν τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τόπῳ, οὗ σϕάζουσιν τὰ ὁλοκαυτώματα.
Verse: 30    
καὶ λήμψεται ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ καὶ ἐπιϑήσει ἐπὶ τὰ κέρατα τοῦ ϑυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ ϑυσιαστηρίου.
Verse: 31    
καὶ πᾶν τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ ἀπὸ ϑυσίας σωτηρίου, καὶ ἀνοίσει ἱερεὺς ἐπὶ τὸ ϑυσιαστήριον εἰς ὀσμὴν εὐωδίας κυρίῳ. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεύς, καὶ ἀϕεϑήσεται αὐτῷ.
Verse: 32    
ἐὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ εἰς ἁμαρτίαν, ϑῆλυ ἄμωμον προσοίσει αὐτό.
Verse: 33    
καὶ ἐπιϑήσει τὴν χεῖρα ἐπὶ τὴν κεϕαλὴν τοῦ τῆς ἁμαρτίας, καὶ σϕάξουσιν αὐτὸ ἐν τόπῳ, οὗ σϕάζουσιν τὰ ὁλοκαυτώματα.
Verse: 34    
καὶ λαβὼν ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπιϑήσει ἐπὶ τὰ κέρατα τοῦ ϑυσιαστηρίου τῆς ὁλοκαυτώσεως· καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ ϑυσιαστηρίου τῆς ὁλοκαυτώσεως.
Verse: 35    
καὶ πᾶν αὐτοῦ τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ προβάτου ἐκ τῆς ϑυσίας τοῦ σωτηρίου, καὶ ἐπιϑήσει αὐτὸ ἱερεὺς ἐπὶ τὸ ϑυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν, καὶ ἀϕεϑήσεται αὐτῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.