TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 93
Previous part

Chapter: 3 
Verse: 1    ᾽Εὰν δὲ ϑυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ, ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτοῦ προσαγάγῃ, ἐάν τε ἄρσεν ἐάν τε ϑῆλυ, ἄμωμον προσάξει αὐτὸ ἐναντίον κυρίου.
Verse: 2    
καὶ ἐπιϑήσει τὰς χεῖρας ἐπὶ τὴν κεϕαλὴν τοῦ δώρου καὶ σϕάξει αὐτὸ παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ ϑυσιαστήριον τῶν ὁλοκαυτωμάτων κύκλῳ.
Verse: 3    
καὶ προσάξουσιν ἀπὸ τῆς ϑυσίας τοῦ σωτηρίου κάρπωμα κυρίῳ, τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας
Verse: 4    
καὶ τοὺς δύο νεϕροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος [σὺν τοῖς νεϕροῖς περιελεῖ],
Verse: 5    
καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς ἐπὶ τὸ ϑυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς ἐπὶ τοῦ ϑυσιαστηρίου· κάρπωμα, ὀσμὴ εὐωδίας κυρίῳ.
Verse: 6    
᾽Εὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ, ϑυσίαν σωτηρίου τῷ κυρίῳ, ἄρσεν ϑῆλυ, ἄμωμον προσοίσει αὐτό.
Verse: 7    
ἐὰν ἄρνα προσαγάγῃ τὸ δῶρον αὐτοῦ, προσάξει αὐτὸ ἔναντι κυρίου
Verse: 8    
καὶ ἐπιϑήσει τὰς χεῖρας ἐπὶ τὴν κεϕαλὴν τοῦ δώρου αὐτοῦ καὶ σϕάξει αὐτὸ παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ ϑυσιαστήριον κύκλῳ.
Verse: 9    
καὶ προσοίσει ἀπὸ τῆς ϑυσίας τοῦ σωτηρίου κάρπωμα τῷ ϑεῷ, τὸ στέαρ καὶ τὴν ὀσϕὺν ἄμωμον [σὺν ταῖς ψόαις περιελεῖ αὐτό] καὶ τὸ στέαρ τῆς κοιλίας
Verse: 10    
καὶ ἀμϕοτέρους τοὺς νεϕροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος [σὺν τοῖς νεϕροῖς περιελών]
Verse: 11    
ἀνοίσει ἱερεὺς ἐπὶ τὸ ϑυσιαστήριον· ὀσμὴ εὐωδίας, κάρπωμα κυρίῳ.
Verse: 12    
᾽Εὰν δὲ ἀπὸ τῶν αἰγῶν τὸ δῶρον αὐτοῦ, καὶ προσάξει ἔναντι κυρίου
Verse: 13    
καὶ ἐπιϑήσει τὰς χεῖρας ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ, καὶ σϕάξουσιν αὐτὸ ἔναντι κυρίου παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ ϑυσιαστήριον κύκλῳ.
Verse: 14    
καὶ ἀνοίσει ἐπ' αὐτοῦ κάρπωμα κυρίῳ, τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας
Verse: 15    
καὶ ἀμϕοτέρους τοὺς νεϕροὺς καὶ πᾶν τὸ στέαρ τὸ ἐπ' αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τοῦ ἥπατος [σὺν τοῖς νεϕροῖς περιελεῖ],
Verse: 16    
καὶ ἀνοίσει ἱερεὺς ἐπὶ τὸ ϑυσιαστήριον· κάρπωμα, ὀσμὴ εὐωδίας τῷ κυρίῳ. πᾶν τὸ στέαρ τῷ κυρίῳ·
Verse: 17    
νόμιμον εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν· πᾶν στέαρ καὶ πᾶν αἷμα οὐκ ἔδεσϑε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.