TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 548
Previous part

Chapter: 4 
Verse: 1    Πάντῃ δέ, ὅπου προσέπιπτεν τοῦτο τὸ πρόσταγμα, δημοτελὴς συνίστατο τοῖς ἔϑνεσιν εὐωχία μετὰ ἀλαλαγμῶν καὶ χαρᾶς ὡς ἂν τῆς προκατεσκιρωμένης αὐτοῖς πάλαι κατὰ διάνοιαν μετὰ παρρησίας νῦν ἐκϕαινομένης ἀπεχϑείας.
Verse: 2    
τοῖς δὲ Ιουδαίοις ἄληκτον πένϑος ἦν καὶ πανόδυρτος μετὰ δακρύων βοὴ στεναγμοῖς πεπυρωμένης πάντοϑεν αὐτῶν τῆς καρδίας ὀλοϕυρομένων τὴν ἀπροσδόκητον ἐξαίϕνης αὐτοῖς ἐπικριϑεῖσαν ὀλεϑρίαν.
Verse: 3    
τίς νομὸς πόλις τίς τὸ σύνολον οἰκητὸς τόπος τίνες ἀγυιαὶ κοπετοῦ καὶ γόων ἐπ' αὐτοῖς οὐκ ἐνεπιπλῶντο;
Verse: 4    
οὕτως γὰρ μετὰ πικρίας ἀνοίκτου ψυχῆς ὑπὸ τῶν κατὰ πόλιν στρατηγῶν ὁμοϑυμαδὸν ἐξαπεστέλλοντο ὥστε ἐπὶ ταῖς ἐξάλλοις τιμωρίαις καί τινας τῶν ἐχϑρῶν λαμβάνοντας πρὸ τῶν ὀϕϑαλμῶν τὸν κοινὸν ἔλεον καὶ λογιζομένους τὴν ἄδηλον τοῦ βίου καταστροϕὴν δακρύειν αὐτῶν τὴν δυσάϑλιον ἐξαποστολήν.
Verse: 5    
ἤγετο γὰρ γεραιῶν πλῆϑος πολιᾷ πεπυκασμένων, τὴν ἐκ τοῦ γήρως νωϑρότητα ποδῶν ἐπίκυϕον ἀνατροπῆς ὁρμῇ βιαίας ἁπάσης αἰδοῦς ἄνευ πρὸς ὀξεῖαν καταχρωμένων πορείαν.
Verse: 6    
αἱ δὲ ἄρτι πρὸς βίου κοινωνίαν γαμικὸν ὑπεληλυϑυῖαι παστὸν νεάνιδες ἀντὶ τέρψεως μεταλαβοῦσαι γόους καὶ κόνει τὴν μυροβρεχῆ πεϕυρμέναι κόμην, ἀκαλύπτως δὲ ἀγόμεναι ϑρῆνον ἀνϑ' ὑμεναίων ὁμοϑυμαδὸν ἐξῆρχον ὡς ἐσπαραγμέναι σκυλμοῖς ἀλλοεϑνέσιν·
Verse: 7    
δέσμιαι δὲ δημοσίᾳ μέχρι τῆς εἰς τὸ πλοῖον ἐμβολῆς εἵλκοντο μετὰ βίας.
Verse: 8    
οἵ τε τούτων συνζυγεῖς βρόχοις ἀντὶ στεϕέων τοὺς αὐχένας περιπεπλεγμένοι μετὰ ἀκμαίας νεανικῆς ἡλικίας ἀντὶ εὐωχίας καὶ νεωτερικῆς ῥᾳϑυμίας τὰς ἐπιλοίπους τῶν γάμων ἡμέρας ἐν ϑρήνοις διῆγον παρὰ πόδας ἤδη τὸν ᾅδην ὁρῶντες κείμενον.
Verse: 9    
κατήχϑησαν δὲ ϑηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις, οἱ μὲν τοῖς ζυγοῖς τῶν πλοίων προσηλωμένοι τοὺς τραχήλους, οἱ δὲ τοὺς πόδας ἀρρήκτοις κατησϕαλισμένοι πέδαις,
Verse: 10    
ἔτι καὶ τῷ καϑύπερϑε πυκνῷ σανιδώματι διακειμένῳ, ὅπως πάντοϑεν ἐσκοτισμένοι τοὺς ὀϕϑαλμοὺς ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τῷ κατάπλῳ λαμβάνωσιν.
Verse: 11    
Τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχϑέντων καὶ τοῦ παράπλου περανϑέντος, καϑὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ, προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλάτῳ καϑεστῶτι περιμέτρῳ καὶ πρὸς παραδειγματισμὸν ἄγαν εὐκαιροτάτῳ καϑεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλων.
Verse: 12    
ὡς δὲ τοῦτο ἐγενήϑη, ἀκούσας τοὺς ἐκ τῆς πόλεως ὁμοεϑνεῖς κρυβῇ ἐκπορευομένους πυκνότερον ἀποδύρεσϑαι τὴν ἀκλεῆ τῶν ἀδελϕῶν ταλαιπωρίαν
Verse: 13    
διοργισϑεὶς προσέταξεν καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας,
Verse: 14    
ἀπογραϕῆναι δὲ πᾶν τὸ ϕῦλον ἐξ ὀνόματος, οὐκ εἰς τὴν ἔμπροσϑεν βραχεῖ προδεδηλωμένην τῶν ἔργων κατάπονον λατρείαν, στρεβλωϑέντας δὲ ταῖς παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀϕανίσαι μιᾶς ὑπὸ καιρὸν ἡμέρας.
Verse: 15    
ἐγίνετο μὲν οὖν τούτων ἀπογραϕὴ μετὰ πικρᾶς σπουδῆς καὶ ϕιλοτίμου προσεδρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσαράκοντα.
Verse: 16    
Μεγάλως δὲ καὶ διηνεκῶς βασιλεὺς χαρᾷ πεπληρωμένος συμπόσια ἐπὶ πάντων τῶν εἰδώλων συνιστάμενος πεπλανημένῃ πόρρω τῆς ἀληϑείας ϕρενὶ καὶ βεβήλῳ στόματι τὰ μὲν κωϕὰ καὶ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἀρήγειν ἐπαινῶν, εἰς δὲ τὸν μέγιστον ϑεὸν τὰ μὴ καϑήκοντα λαλῶν.
Verse: 17    
μετὰ δὲ τὸ προειρημένον τοῦ χρόνου διάστημα προσηνέγκαντο οἱ γραμματεῖς τῷ βασιλεῖ μηκέτι ἰσχύειν τὴν τῶν Ιουδαίων ἀπογραϕὴν ποιεῖσϑαι διὰ τὴν ἀμέτρητον αὐτῶν πληϑὺν
Verse: 18    
καίπερ ὄντων ἔτι κατὰ τὴν χώραν τῶν πλειόνων, τῶν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων, τῶν δὲ καὶ κατὰ τόπον, ὡς ἀδυνάτου καϑεστῶτος πᾶσιν τοῖς ἐπ' Αἴγυπτον στρατηγοῖς.
Verse: 19    
ἀπειλήσαντος δὲ αὐτοῖς σκληρότερον ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τῆς ἐκϕυγῆς συνέβη σαϕῶς αὐτὸν περὶ τούτου πιστωϑῆναι
Verse: 20    
λεγόντων μετὰ ἀποδείξεως καὶ τὴν χαρτηρίαν ἤδη καὶ τοὺς γραϕικοὺς καλάμους, ἐν οἷς ἐχρῶντο, ἐκλελοιπέναι.
Verse: 21    
τοῦτο δὲ ἦν ἐνέργεια τῆς τοῦ βοηϑοῦντος τοῖς Ιουδαίοις ἐξ οὐρανοῦ προνοίας ἀνικήτου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.