TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 767
Previous part

Chapter: 28 
Verse: 1  ϕεύγει ἀσεβὴς μηδενὸς διώκοντος,
δίκαιος δὲ ὥσπερ λέων πέποιϑεν.
Verse: 2 
δι' ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται,
ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.
Verse: 3 
ἀνδρεῖος ἐν ἀσεβείαις συκοϕαντεῖ πτωχούς.
ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωϕελής,
Verse: 4 
οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν // ἀσέβειαν,
οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος.
Verse: 5 
ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα,
οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί.
Verse: 6 
κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληϑείᾳ πλουσίου ψευδοῦς.
Verse: 7 
ϕυλάσσει νόμον υἱὸς συνετός·
ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα.
Verse: 8 
πληϑύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν
τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν.
Verse: 9 
ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου
καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.
Verse: 10 
ὃς πλανᾷ εὐϑεῖς ἐν ὁδῷ κακῇ,
εἰς διαϕϑορὰν αὐτὸς ἐμπεσεῖται·
οἱ δὲ ἄνομοι διελεύσονται ἀγαϑὰ
καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.
Verse: 11 
σοϕὸς παρ' ἑαυτῷ ἀνὴρ πλούσιος,
πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.
Verse: 12 
διὰ βοήϑειαν δικαίων πολλὴ γίνεται δόξα,
ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνϑρωποι.
Verse: 13 
ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωϑήσεται,
δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηϑήσεται.
Verse: 14 
μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν,
δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.
Verse: 15 
λέων πεινῶν καὶ λύκος διψῶν
ὃς τυραννεῖ πτωχὸς ὢν ἔϑνους πενιχροῦ.
Verse: 16 
βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοϕάντης,
δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.
Verse: 17 
ἄνδρα τὸν ἐν αἰτίᾳ ϕόνου ἐγγυώμενος
ϕυγὰς ἔσται καὶ οὐκ ἐν ἀσϕαλείᾳ.
Verse: 17a 
παίδευε υἱόν, καὶ ἀγαπήσει σε
καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ·
οὐ μὴ ὑπακούσῃς ἔϑνει παρανόμῳ.
Verse: 18 
πορευόμενος δικαίως βεβοήϑηται,
δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.
Verse: 19 
ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησϑήσεται ἄρτων,
δὲ διώκων σχολὴν πλησϑήσεται πενίας.
Verse: 20 
ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηϑήσεται,
δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.
Verse: 21 
ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαϑός·
τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.
Verse: 22 
σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος
καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
Verse: 23 
ἐλέγχων ἀνϑρώπου ὁδοὺς
χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.
Verse: 24 
ὃς ἀποβάλλεται πατέρα μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν,
οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.
Verse: 25 
ἄπληστος ἀνὴρ κρίνει εἰκῇ·
ὃς δὲ πέποιϑεν ἐπὶ κύριον, ἐν ἐπιμελείᾳ ἔσται.
Verse: 26 
ὃς πέποιϑεν ϑρασείᾳ καρδίᾳ, τοιοῦτος ἄϕρων·
ὃς δὲ πορεύεται σοϕίᾳ, σωϑήσεται.
Verse: 27 
ὃς δίδωσιν πτωχοῖς, οὐκ ἐνδεηϑήσεται·
ὃς δὲ ἀποστρέϕει τὸν ὀϕϑαλμὸν αὐτοῦ, ἐν πολλῇ ἀπορίᾳ // ἔσται.
Verse: 28 
ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι,
ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληϑυνϑήσονται δίκαιοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.