TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 768
Previous part

Chapter: 29 
Verse: 1  κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου·
ἐξαπίνης γὰρ ϕλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις.
Verse: 2 
ἐγκωμιαζομένων δικαίων εὐϕρανϑήσονται λαοί,
ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες.
Verse: 3 
ἀνδρὸς ϕιλοῦντος σοϕίαν εὐϕραίνεται πατὴρ αὐτοῦ·
ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον.
Verse: 4 
βασιλεὺς δίκαιος ἀνίστησιν χώραν,
ἀνὴρ δὲ παράνομος κατασκάπτει.
Verse: 5 
ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ ϕίλου δίκτυον,
περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν.
Verse: 6 
ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς,
δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐϕροσύνῃ ἔσται.
Verse: 7 
ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς,
δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν,
καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.
Verse: 8 
ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν,
σοϕοὶ δὲ ἀπέστρεψαν ὀργήν.
Verse: 9 
ἀνὴρ σοϕὸς κρίνει ἔϑνη,
ἀνὴρ δὲ ϕαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει.
Verse: 10 
ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον,
οἱ δὲ εὐϑεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.
Verse: 11 
ὅλον τὸν ϑυμὸν αὐτοῦ ἐκϕέρει ἄϕρων,
σοϕὸς δὲ ταμιεύεται κατὰ μέρος.
Verse: 12 
βασιλέως ὑπακούοντος λόγον ἄδικον
πάντες οἱ ὑπ' αὐτὸν παράνομοι.
Verse: 13 
δανιστοῦ καὶ χρεοϕειλέτου ἀλλήλοις συνελϑόντων
ἐπισκοπὴν ποιεῖται ἀμϕοτέρων κύριος.
Verse: 14 
βασιλέως ἐν ἀληϑείᾳ κρίνοντος πτωχοὺς
ϑρόνος αὐτοῦ εἰς μαρτύριον κατασταϑήσεται.
Verse: 15 
πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοϕίαν,
παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.
Verse: 16 
πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι,
οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάϕοβοι γίνονται.
Verse: 17 
παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε
καὶ δώσει κόσμον τῇ ψυχῇ σου.
Verse: 18 
οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔϑνει παρανόμῳ,
δὲ ϕυλάσσων τὸν νόμον μακαριστός.
Verse: 19 
λόγοις οὐ παιδευϑήσεται οἰκέτης σκληρός·
ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ' οὐχ ὑπακούσεται.
Verse: 20 
ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις,
γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄϕρων αὐτοῦ.
Verse: 21 
ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται,
ἔσχατον δὲ ὀδυνηϑήσεται ἐϕ' ἑαυτῷ.
Verse: 22 
ἀνὴρ ϑυμώδης ὀρύσσει νεῖκος,
ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας.
Verse: 23 
ὕβρις ἄνδρα ταπεινοῖ,
τοὺς δὲ ταπεινόϕρονας ἐρείδει δόξῃ κύριος.
Verse: 24 
ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν·
ἐὰν δὲ ὅρκου προτεϑέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,
Verse: 25 
ϕοβηϑέντες καὶ αἰσχυνϑέντες ἀνϑρώπους ὑπεσκελίσϑησαν·
δὲ πεποιϑὼς ἐπὶ κύριον εὐϕρανϑήσεται.
ἀσέβεια ἀνδρὶ δίδωσιν σϕάλμα·
ὃς δὲ πέποιϑεν ἐπὶ τῷ δεσπότῃ, σωϑήσεται.
Verse: 26 
πολλοὶ ϑεραπεύουσιν πρόσωπα ἡγουμένων,
παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.
Verse: 27 
βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος,
βδέλυγμα δὲ ἀνόμῳ κατευϑύνουσα ὁδός.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.