TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 769
Previous part

Chapter: 31 
Verse: 10  Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;
τιμιωτέρα δέ ἐστιν λίϑων πολυτελῶν τοιαύτη.
Verse: 11 
ϑαρσεῖ ἐπ' αὐτῇ καρδία τοῦ ἀνδρὸς αὐτῆς,
τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει·
Verse: 12 
ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαϑὰ πάντα τὸν βίον.
Verse: 13 
μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν // αὐτῆς.
Verse: 14 
ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόϑεν,
συνάγει δὲ αὕτη τὸν βίον.
Verse: 15 
καὶ ἀνίσταται ἐκ νυκτῶν
καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ
καὶ ἔργα ταῖς ϑεραπαίναις.
Verse: 16 
ϑεωρήσασα γεώργιον ἐπρίατο,
ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεϕύτευσεν κτῆμα.
Verse: 17 
ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσϕὺν αὐτῆς
ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
Verse: 18 
ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσϑαι,
καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα λύχνος αὐτῆς.
Verse: 19 
τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμϕέροντα,
τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Verse: 20 
χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι,
καρπὸν δὲ ἐξέτεινεν πτωχῷ.
Verse: 21 
οὐ ϕροντίζει τῶν ἐν οἴκῳ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ·
πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδιδύσκονται.
Verse: 22 
δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς,
ἐκ δὲ βύσσου καὶ πορϕύρας ἑαυτῇ ἐνδύματα.
Verse: 23 
περίβλεπτος δὲ γίνεται ἐν πύλαις ἀνὴρ αὐτῆς,
ἡνίκα ἂν καϑίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων // τῆς γῆς.
Verse: 24 
σινδόνας ἐποίησεν καὶ ἀπέδοτο,
περιζώματα δὲ τοῖς Χαναναίοις.
Verse: 25 
στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως
καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς.
Verse: 26 
ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο
καὶ εὐϕράνϑη ἐν ἡμέραις ἐσχάταις.
Verse: 27 
στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,
σῖτα δὲ ὀκνηρὰ οὐκ ἔϕαγεν.
Verse: 28 
τὸ στόμα δὲ ἀνοίγει σοϕῶς καὶ νομοϑέσμως,
δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησεν τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησαν,
καὶ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν
Verse: 29 
Πολλαὶ ϑυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δυνατά,
σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας.
Verse: 30 
ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός·
γυνὴ γὰρ συνετὴ εὐλογεῖται,
ϕόβον δὲ κυρίου αὕτη αἰνείτω.
Verse: 31 
δότε αὐτῇ ἀπὸ καρπῶν χειρῶν αὐτῆς,
καὶ αἰνείσϑω ἐν πύλαις ἀνὴρ αὐτῆς. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.