TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 581
Previous part

Chapter: 12 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
῞Εως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;
ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;
Verse: 3 
ἕως τίνος ϑήσομαι βουλὰς ἐν ψυχῇ μου,
ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας;
ἕως πότε ὑψωϑήσεται ἐχϑρός μου ἐπ' ἐμέ;
Verse: 4 
ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ϑεός μου·
ϕώτισον τοὺς ὀϕϑαλμούς μου, μήποτε ὑπνώσω εἰς ϑάνατον,
Verse: 5 
μήποτε εἴπῃ ἐχϑρός μου ῎Ισχυσα πρὸς αὐτόν·
οἱ ϑλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευϑῶ.
Verse: 6 
ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα,
ἀγαλλιάσεται καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου·
ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με
καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.