TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 705
Previous part

Chapter: 136 
Verse: 1  Τῷ Δαυιδ.
᾽Επὶ τῶν ποταμῶν Βαβυλῶνος
ἐκεῖ ἐκαϑίσαμεν καὶ ἐκλαύσαμεν
ἐν τῷ μνησϑῆναι ἡμᾶς τῆς Σιων.
Verse: 2 
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·
Verse: 3 
ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους // ᾠδῶν
καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον
῎Αισατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιων.
Verse: 4 
πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Verse: 5 
ἐὰν ἐπιλάϑωμαί σου, Ιερουσαλημ, ἐπιλησϑείη δεξιά μου·
Verse: 6 
κολληϑείη γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησϑῶ,
ἐὰν μὴ προανατάξωμαι τὴν Ιερουσαλημ ἐν ἀρχῇ τῆς εὐϕροσύνης // μου.
Verse: 7 
μνήσϑητι, κύριε, τῶν υἱῶν Εδωμ τὴν ἡμέραν Ιερουσαλημ
τῶν λεγόντων ᾽Εκκενοῦτε ἐκκενοῦτε, ἕως ϑεμέλιος ἐν αὐτῇ.
Verse: 8 
ϑυγάτηρ Βαβυλῶνος ταλαίπωρος,
μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ἀνταπέδωκας // ἡμῖν·
Verse: 9 
μακάριος ὃς κρατήσει καὶ ἐδαϕιεῖ τὰ νήπιά σου πρὸς τὴν // πέτραν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.