TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 630
Previous part

Chapter: 61 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ Ιδιϑουν· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Οὐχὶ τῷ ϑεῷ ὑποταγήσεται ψυχή μου;
παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου·
Verse: 3 
καὶ γὰρ αὐτὸς ϑεός μου καὶ σωτήρ μου,
ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευϑῶ ἐπὶ πλεῖον.
Verse: 4 
ἕως πότε ἐπιτίϑεσϑε ἐπ' ἄνϑρωπον;
ϕονεύετε πάντες
ὡς τοίχῳ κεκλιμένῳ καὶ ϕραγμῷ ὠσμένῳ.
Verse: 5 
πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασϑαι,
ἔδραμον ἐν ψεύδει,
τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.
διάψαλμα.
Verse: 6 
πλὴν τῷ ϑεῷ ὑποτάγηϑι, ψυχή μου,
ὅτι παρ' αὐτοῦ ὑπομονή μου·
Verse: 7 
ὅτι αὐτὸς ϑεός μου καὶ σωτήρ μου,
ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω.
Verse: 8 
ἐπὶ τῷ ϑεῷ τὸ σωτήριόν μου καὶ δόξα μου·
ϑεὸς τῆς βοηϑείας μου, καὶ ἐλπίς μου ἐπὶ τῷ ϑεῷ.
Verse: 9 
ἐλπίσατε ἐπ' αὐτόν, πᾶσα συναγωγὴ λαοῦ·
ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν·
ϑεὸς βοηϑὸς ἡμῶν.
διάψαλμα.
Verse: 10 
πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνϑρώπων,
ψευδεῖς οἱ υἱοὶ τῶν ἀνϑρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι
αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.
Verse: 11 
μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν
καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποϑεῖτε·
πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίϑεσϑε καρδίαν.
Verse: 12 
ἅπαξ ἐλάλησεν ϑεός, δύο ταῦτα ἤκουσα,
Verse: 13 
ὅτι τὸ κράτος τοῦ ϑεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος,
ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.