TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 631
Previous part

Chapter: 62 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ
ἐρήμῳ τῆς Ιουδαίας.
Verse: 2 
῾Ο θεὸς θεός μου, πρὸς σὲ ὀρθρίζω·
ἐδίψησέν σοι ψυχή μου.
ποσαπλῶς σοι σάρξ μου
ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ;
Verse: 3 
οὕτως ἐν τῷ ἁγίῳ ὤϕθην σοι
τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
Verse: 4 
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς·
τὰ χείλη μου ἐπαινέσουσίν σε.
Verse: 5 
οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου,
ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
Verse: 6 
ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ψυχή μου,
καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
Verse: 7 
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου,
ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
Verse: 8 
ὅτι ἐγενήθης βοηθός μου,
καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
Verse: 9 
ἐκολλήθη ψυχή μου ὀπίσω σου,
ἐμοῦ ἀντελάβετο δεξιά σου.
Verse: 10 
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου,
εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·
Verse: 11 
παραδοθήσονται εἰς χεῖρας ῥομϕαίας,
μερίδες ἀλωπέκων ἔσονται.
Verse: 12 
δὲ βασιλεὺς εὐϕρανθήσεται ἐπὶ τῷ θεῷ,
ἐπαινεσθήσεται πᾶς ὀμνύων ἐν αὐτῷ,
ὅτι ἐνεϕράγη στόμα λαλούντων ἄδικα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.