TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 630
Previous part

Chapter: 61 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ψυχή μου;
παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου·
Verse: 3 
καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου,
ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.
Verse: 4 
ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον;
ϕονεύετε πάντες
ὡς τοίχῳ κεκλιμένῳ καὶ ϕραγμῷ ὠσμένῳ.
Verse: 5 
πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι,
ἔδραμον ἐν ψεύδει,
τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.
διάψαλμα.
Verse: 6 
πλὴν τῷ θεῷ ὑποτάγηθι, ψυχή μου,
ὅτι παρ' αὐτοῦ ὑπομονή μου·
Verse: 7 
ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου,
ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω.
Verse: 8 
ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ δόξα μου·
θεὸς τῆς βοηθείας μου, καὶ ἐλπίς μου ἐπὶ τῷ θεῷ.
Verse: 9 
ἐλπίσατε ἐπ' αὐτόν, πᾶσα συναγωγὴ λαοῦ·
ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν·
θεὸς βοηθὸς ἡμῶν.
διάψαλμα.
Verse: 10 
πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων,
ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι
αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.
Verse: 11 
μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν
καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε·
πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
Verse: 12 
ἅπαξ ἐλάλησεν θεός, δύο ταῦτα ἤκουσα,
Verse: 13 
ὅτι τὸ κράτος τοῦ θεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος,
ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.