TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 632
Previous part

Chapter: 63 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Εἰσάκουσον, θεός, τῆς ϕωνῆς μου ἐν τῷ δέεσθαί με,
ἀπὸ ϕόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.
Verse: 3 
ἐσκέπασάς με ἀπὸ συστροϕῆς πονηρευομένων,
ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν,
Verse: 4 
οἵτινες ἠκόνησαν ὡς ῥομϕαίαν τὰς γλώσσας αὐτῶν,
ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν
Verse: 5 
τοῦ κατατοξεῦσαι ἐν ἀποκρύϕοις ἄμωμον,
ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ ϕοβηθήσονται.
Verse: 6 
ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν,
διηγήσαντο τοῦ κρύψαι παγίδας·
εἶπαν Τίς ὄψεται αὐτούς;
Verse: 7 
ἐξηρεύνησαν ἀνομίας,
ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει.
προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα,
Verse: 8 
καὶ ὑψωθήσεται θεός.
βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν,
Verse: 9 
καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐτῶν.
ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς,
Verse: 10 
καὶ ἐϕοβήθη πᾶς ἄνθρωπος.
καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ
καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.
Verse: 11 
εὐϕρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ' αὐτόν,
καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.