TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 293
Previous part

Chapter: 2 
Verse: 1    Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυιδ ἐν κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ιουδα; καὶ εἶπεν κύριος πρὸς αὐτόν ᾽Ανάβηϑι. καὶ εἶπεν Δαυιδ Ποῦ ἀναβῶ; καὶ εἶπεν Εἰς Χεβρων.
Verse: 2    
καὶ ἀνέβη ἐκεῖ Δαυιδ εἰς Χεβρων καὶ ἀμϕότεραι αἱ γυναῖκες αὐτοῦ, Αχινοομ Ιεζραηλῖτις καὶ Αβιγαια γυνὴ Ναβαλ τοῦ Καρμηλίου,
Verse: 3    
καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ, ἕκαστος καὶ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρων.
Verse: 4    
καὶ ἔρχονται ἄνδρες τῆς Ιουδαίας καὶ χρίουσιν τὸν Δαυιδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ιουδα. Καὶ ἀπήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι Οἱ ἄνδρες Ιαβις τῆς Γαλααδίτιδος ἔϑαψαν τὸν Σαουλ.
Verse: 5    
καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ιαβις τῆς Γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ Σαουλ τὸν χριστὸν κυρίου καὶ ἐϑάψατε αὐτὸν καὶ Ιωναϑαν τὸν υἱὸν αὐτοῦ·
Verse: 6    
καὶ νῦν ποιήσαι κύριος μεϑ' ὑμῶν ἔλεος καὶ ἀλήϑειαν, καί γε ἐγὼ ποιήσω μεϑ' ὑμῶν τὰ ἀγαϑὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο·
Verse: 7    
καὶ νῦν κραταιούσϑωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσϑε εἰς υἱοὺς δυνατούς, ὅτι τέϑνηκεν κύριος ὑμῶν Σαουλ, καί γε ἐμὲ κέχρικεν οἶκος Ιουδα ἐϕ' ἑαυτοὺς εἰς βασιλέα.
Verse: 8    
Καὶ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος τοῦ Σαουλ ἔλαβεν τὸν Ιεβοσϑε υἱὸν Σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναεμ
Verse: 9    
καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρι καὶ ἐπὶ τὸν Ιεζραελ καὶ ἐπὶ τὸν Εϕραιμ καὶ ἐπὶ τὸν Βενιαμιν καὶ ἐπὶ πάντα Ισραηλ.
Verse: 10    
τεσσαράκοντα ἐτῶν Ιεβοσϑε υἱὸς Σαουλ, ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ισραηλ, καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου Ιουδα, οἳ ἦσαν ὀπίσω Δαυιδ·
Verse: 11    
καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυιδ ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν οἶκον Ιουδα, ἑπτὰ ἔτη καὶ ἓξ μῆνας.
Verse: 12    
Καὶ ἐξῆλϑεν Αβεννηρ υἱὸς Νηρ καὶ οἱ παῖδες Ιεβοσϑε υἱοῦ Σαουλ ἐκ Μαναεμ εἰς Γαβαων·
Verse: 13    
καὶ Ιωαβ υἱὸς Σαρουιας καὶ οἱ παῖδες Δαυιδ ἐξήλϑοσαν ἐκ Χεβρων καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐπὶ τὸ αὐτό, καὶ ἐκάϑισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐντεῦϑεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦϑεν.
Verse: 14    
καὶ εἶπεν Αβεννερ πρὸς Ιωαβ ᾽Αναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν Ιωαβ ᾽Αναστήτωσαν.
Verse: 15    
καὶ ἀνέστησαν καὶ παρῆλϑον ἐν ἀριϑμῷ τῶν παίδων Βενιαμιν δώδεκα τῶν Ιεβοσϑε υἱοῦ Σαουλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυιδ.
Verse: 16    
καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεϕαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσιν κατὰ τὸ αὐτό· καὶ ἐκλήϑη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἐστιν ἐν Γαβαων.
Verse: 17    
καὶ ἐγένετο πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν Αβεννηρ καὶ ἄνδρες Ισραηλ ἐνώπιον παίδων Δαυιδ.
Verse: 18    
καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουιας, Ιωαβ καὶ Αβεσσα καὶ Ασαηλ, καὶ Ασαηλ κοῦϕος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.
Verse: 19    
καὶ κατεδίωξεν Ασαηλ ὀπίσω Αβεννηρ καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσϑαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισϑεν Αβεννηρ.
Verse: 20    
καὶ ἐπέβλεψεν Αβεννηρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτὸς Ασαηλ; καὶ εἶπεν ᾽Εγώ εἰμι.
Verse: 21    
καὶ εἶπεν αὐτῷ Αβεννηρ ῎Εκκλινον σὺ εἰς τὰ δεξιὰ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠϑέλησεν Ασαηλ ἐκκλῖναι ἐκ τῶν ὄπισϑεν αὐτοῦ.
Verse: 22    
καὶ προσέϑετο ἔτι Αβεννηρ λέγων τῷ Ασαηλ ᾽Απόστηϑι ἀπ' ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ιωαβ; καὶ ποῦ ἐστιν ταῦτα; ἐπίστρεϕε πρὸς Ιωαβ τὸν ἀδελϕόν σου.
Verse: 23    
καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Αβεννηρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλϑεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποϑνῄσκει ὑποκάτω αὐτοῦ. καὶ ἐγένετο πᾶς ἐρχόμενος ἕως τοῦ τόπου, οὗ ἔπεσεν ἐκεῖ Ασαηλ καὶ ἀπέϑανεν, καὶ ὑϕίστατο.
Verse: 24    
καὶ κατεδίωξεν Ιωαβ καὶ Αβεσσα ὀπίσω Αβεννηρ· καὶ ἥλιος ἔδυνεν, καὶ αὐτοὶ εἰσῆλϑον ἕως τοῦ βουνοῦ Αμμαν, ἐστιν ἐπὶ προσώπου Γαι ὁδὸν ἔρημον Γαβαων.
Verse: 25    
καὶ συναϑροίζονται υἱοὶ Βενιαμιν οἱ ὀπίσω Αβεννηρ καὶ ἐγενήϑησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεϕαλὴν βουνοῦ ἑνός.
Verse: 26    
καὶ ἐκάλεσεν Αβεννηρ Ιωαβ καὶ εἶπεν Μὴ εἰς νῖκος καταϕάγεται ῥομϕαία; οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέϕειν ἀπὸ ὄπισϑεν τῶν ἀδελϕῶν ἡμῶν;
Verse: 27    
καὶ εἶπεν Ιωαβ Ζῇ κύριος ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωίϑεν ἀνέβη λαὸς ἕκαστος κατόπισϑεν τοῦ ἀδελϕοῦ αὐτοῦ.
Verse: 28    
καὶ ἐσάλπισεν Ιωαβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ισραηλ καὶ οὐ προσέϑεντο ἔτι τοῦ πολεμεῖν.
Verse: 29    
καὶ Αβεννηρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλϑον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύϑησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν.
Verse: 30    
καὶ Ιωαβ ἀνέστρεψεν ὄπισϑεν ἀπὸ τοῦ Αβεννηρ καὶ συνήϑροισεν πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ Ασαηλ.
Verse: 31    
καὶ οἱ παῖδες Δαυιδ ἐπάταξαν τῶν υἱῶν Βενιαμιν τῶν ἀνδρῶν Αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ' αὐτοῦ.
Verse: 32    
καὶ αἴρουσιν τὸν Ασαηλ καὶ ϑάπτουσιν αὐτὸν ἐν τῷ τάϕῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιϑλεεμ. καὶ ἐπορεύϑη Ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέϕαυσεν αὐτοῖς ἐν Χεβρων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.