TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 277
Previous part

Chapter: 17 
Verse: 1    Καὶ συνάγουσιν ἀλλόϕυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχωϑ τῆς Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχωϑ καὶ ἀνὰ μέσον Αζηκα ἐν Εϕερμεμ.
Verse: 2    
καὶ Σαουλ καὶ οἱ ἄνδρες Ισραηλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι· αὐτοὶ παρατάσσονται εἰς πόλεμον ἐξ ἐναντίας ἀλλοϕύλων.
Verse: 3    
καὶ ἀλλόϕυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦϑα, καὶ Ισραηλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦϑα, καὶ αὐλὼν ἀνὰ μέσον αὐτῶν.
Verse: 4    
καὶ ἐξῆλϑεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοϕύλων, Γολιαϑ ὄνομα αὐτῷ ἐκ Γεϑ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιϑαμῆς·
Verse: 5    
καὶ περικεϕαλαία ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ, καὶ ϑώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ σταϑμὸς τοῦ ϑώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου·
Verse: 6    
καὶ κνημῖδες χαλκαῖ ἐπάνω τῶν σκελῶν αὐτοῦ, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ·
Verse: 7    
καὶ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑϕαινόντων, καὶ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου· καὶ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ.
Verse: 8    
καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ισραηλ καὶ εἶπεν αὐτοῖς Τί ἐκπορεύεσϑε παρατάξασϑαι πολέμῳ ἐξ ἐναντίας ἡμῶν; οὐκ ἐγώ εἰμι ἀλλόϕυλος καὶ ὑμεῖς Εβραῖοι τοῦ Σαουλ; ἐκλέξασϑε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με,
Verse: 9    
καὶ ἐὰν δυνηϑῇ πρὸς ἐμὲ πολεμῆσαι καὶ ἐὰν πατάξῃ με, καὶ ἐσόμεϑα ὑμῖν εἰς δούλους, ἐὰν δὲ ἐγὼ δυνηϑῶ καὶ πατάξω αὐτόν, ἔσεσϑε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν.
Verse: 10    
καὶ εἶπεν ἀλλόϕυλος ᾽Ιδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ισραηλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμϕότεροι.
Verse: 11    
καὶ ἤκουσεν Σαουλ καὶ πᾶς Ισραηλ τὰ ῥήματα τοῦ ἀλλοϕύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐϕοβήϑησαν σϕόδρα.
Verse: 32    
Καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Μὴ δὴ συμπεσέτω καρδία τοῦ κυρίου μου ἐπ' αὐτόν· δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοϕύλου τούτου.
Verse: 33    
καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Οὐ μὴ δυνήσῃ πορευϑῆναι πρὸς τὸν ἀλλόϕυλον τοῦ πολεμεῖν μετ' αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ.
Verse: 34    
καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ποιμαίνων ἦν δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο λέων καὶ ἄρκος καὶ ἐλάμβανεν πρόβατον ἐκ τῆς ἀγέλης,
Verse: 35    
καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ' ἐμέ, καὶ ἐκράτησα τοῦ ϕάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐϑανάτωσα αὐτόν·
Verse: 36    
καὶ τὴν ἄρκον ἔτυπτεν δοῦλός σου καὶ τὸν λέοντα, καὶ ἔσται ἀλλόϕυλος ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν καὶ ἀϕελῶ σήμερον ὄνειδος ἐξ Ισραηλ; διότι τίς ἀπερίτμητος οὗτος, ὃς ὠνείδισεν παράταξιν ϑεοῦ ζῶντος;
Verse: 37    
κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοϕύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Πορεύου, καὶ ἔσται κύριος μετὰ σοῦ.
Verse: 38    
καὶ ἐνέδυσεν Σαουλ τὸν Δαυιδ μανδύαν καὶ περικεϕαλαίαν χαλκῆν περὶ τὴν κεϕαλὴν αὐτοῦ
Verse: 39    
καὶ ἔζωσεν τὸν Δαυιδ τὴν ῥομϕαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ. καὶ ἐκοπίασεν περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Οὐ μὴ δύνωμαι πορευϑῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀϕαιροῦσιν αὐτὰ ἀπ' αὐτοῦ.
Verse: 40    
καὶ ἔλαβεν τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίϑους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔϑετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴν καὶ σϕενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλϑεν πρὸς τὸν ἄνδρα τὸν ἀλλόϕυλον.
Verse: 42    
καὶ εἶδεν Γολιαδ τὸν Δαυιδ καὶ ἠτίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀϕϑαλμῶν.
Verse: 43    
καὶ εἶπεν ἀλλόϕυλος πρὸς Δαυιδ ῾Ωσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ' ἐμὲ ἐν ῥάβδῳ καὶ λίϑοις; καὶ εἶπεν Δαυιδ Οὐχί, ἀλλ' χείρω κυνός. καὶ κατηράσατο ἀλλόϕυλος τὸν Δαυιδ ἐν τοῖς ϑεοῖς αὐτοῦ.
Verse: 44    
καὶ εἶπεν ἀλλόϕυλος πρὸς Δαυιδ Δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσιν τῆς γῆς.
Verse: 45    
καὶ εἰπεν Δαυιδ πρὸς τὸν ἀλλόϕυλον Σὺ ἔρχῃ πρός με ἐν ῥομϕαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι κυρίου σαβαωϑ ϑεοῦ παρατάξεως Ισραηλ, ἣν ὠνείδισας σήμερον·
Verse: 46    
καὶ ἀποκλείσει σε κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀϕελῶ τὴν κεϕαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοϕύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα γῆ ὅτι ἔστιν ϑεὸς ἐν Ισραηλ·
Verse: 47    
καὶ γνώσεται πᾶσα ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ῥομϕαίᾳ καὶ δόρατι σῴζει κύριος, ὅτι τοῦ κυρίου πόλεμος, καὶ παραδώσει κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν.
Verse: 48    
καὶ ἀνέστη ἀλλόϕυλος καὶ ἐπορεύϑη εἰς συνάντησιν Δαυιδ.
Verse: 49    
καὶ ἐξέτεινεν Δαυιδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖϑεν λίϑον ἕνα καὶ ἐσϕενδόνησεν καὶ ἐπάταξεν τὸν ἀλλόϕυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέδυ λίϑος διὰ τῆς περικεϕαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
Verse: 51    
καὶ ἔδραμεν Δαυιδ καὶ ἐπέστη ἐπ' αὐτὸν καὶ ἔλαβεν τὴν ῥομϕαίαν αὐτοῦ καὶ ἐϑανάτωσεν αὐτὸν καὶ ἀϕεῖλεν τὴν κεϕαλὴν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόϕυλοι ὅτι τέϑνηκεν δυνατὸς αὐτῶν, καὶ ἔϕυγον.
Verse: 52    
καὶ ἀνίστανται ἄνδρες Ισραηλ καὶ Ιουδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γεϑ καὶ ἕως τῆς πύλης ᾽Ασκαλῶνος, καὶ ἔπεσαν τραυματίαι τῶν ἀλλοϕύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γεϑ καὶ ἕως Ακκαρων.
Verse: 53    
καὶ ἀνέστρεψαν ἄνδρες Ισραηλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοϕύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν.
Verse: 54    
καὶ ἔλαβεν Δαυιδ τὴν κεϕαλὴν τοῦ ἀλλοϕύλου καὶ ἤνεγκεν αὐτὴν εἰς Ιερουσαλημ καὶ τὰ σκεύη αὐτοῦ ἔϑηκεν ἐν τῷ σκηνώματι αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.