TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 845
Previous part

Chapter: 14 
Verse: 1  Πλοῦν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν κύματα
τοῦ ϕέροντος αὐτὸν πλοίου σαϑρότερον ξύλον ἐπιβοᾶται.
Verse: 2 
ἐκεῖνο μὲν γὰρ ὄρεξις πορισμῶν ἐπενόησεν,
τεχνῖτις δὲ σοϕία κατεσκεύασεν·
Verse: 3 
δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια,
ὅτι ἔδωκας καὶ ἐν ϑαλάσσῃ ὁδὸν
καὶ ἐν κύμασι τρίβον ἀσϕαλῆ
Verse: 4 
δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σῴζειν,
ἵνα κἂν ἄνευ τέχνης τις ἐπιβῇ.
Verse: 5 
ϑέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοϕίας σου ἔργα·
διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνϑρωποι ψυχὰς
καὶ διελϑόντες κλύδωνα σχεδίᾳ διεσώϑησαν.
Verse: 6 
καὶ ἀρχῆς γὰρ ἀπολλυμένων ὑπερηϕάνων γιγάντων
ἐλπὶς τοῦ κόσμου ἐπὶ σχεδίας καταϕυγοῦσα
ἀπέλιπεν αἰῶνι σπέρμα γενέσεως τῇ σῇ κυβερνηϑεῖσα χειρί.
Verse: 7 
εὐλόγηται γὰρ ξύλον, δι' οὗ γίνεται δικαιοσύνη·
Verse: 8 
τὸ χειροποίητον δέ, ἐπικατάρατον αὐτὸ καὶ ποιήσας αὐτό,
ὅτι μὲν ἠργάζετο, τὸ δὲ ϕϑαρτὸν ϑεὸς ὠνομάσϑη.
Verse: 9 
ἐν ἴσῳ γὰρ μισητὰ ϑεῷ καὶ ἀσεβῶν καὶ ἀσέβεια αὐτοῦ·
Verse: 10 
καὶ γὰρ τὸ πραχϑὲν σὺν τῷ δράσαντι κολασϑήσεται.
Verse: 11 
διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐϑνῶν ἐπισκοπὴ ἔσται,
ὅτι ἐν κτίσματι ϑεοῦ εἰς βδέλυγμα ἐγενήϑησαν
καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνϑρώπων
καὶ εἰς παγίδα ποσὶν ἀϕρόνων.
Verse: 12 
᾽Αρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων,
εὕρεσις δὲ αὐτῶν ϕϑορὰ ζωῆς.
Verse: 13 
οὔτε γὰρ ἦν ἀπ' ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται·
Verse: 14 
κενοδοξίᾳ γὰρ ἀνϑρώπων εἰσῆλϑεν εἰς τὸν κόσμον,
καὶ διὰ τοῦτο σύντομον αὐτῶν τὸ τέλος ἐπενοήϑη.
Verse: 15 
ἀώρῳ γὰρ πένϑει τρυχόμενος πατὴρ
τοῦ ταχέως ἀϕαιρεϑέντος τέκνου εἰκόνα ποιήσας
τόν ποτε νεκρὸν ἄνϑρωπον νῦν ὡς ϑεὸν ἐτίμησεν
καὶ παρέδωκεν τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς·
Verse: 16 
εἶτα ἐν χρόνῳ κρατυνϑὲν τὸ ἀσεβὲς ἔϑος ὡς νόμος ἐϕυλάχϑη.
Verse: 17 
καὶ τυράννων ἐπιταγαῖς ἐϑρησκεύετο τὰ γλυπτά,
οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνϑρωποι διὰ τὸ μακρὰν οἰκεῖν
τὴν πόρρωϑεν ὄψιν ἀνατυπωσάμενοι
ἐμϕανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν,
ἵνα ὡς παρόντα τὸν ἀπόντα κολακεύωσιν διὰ τῆς σπουδῆς.
Verse: 18 
εἰς ἐπίτασιν δὲ ϑρησκείας καὶ τοὺς ἀγνοοῦντας
τοῦ τεχνίτου προετρέψατο ϕιλοτιμία·
Verse: 19 
μὲν γὰρ τάχα κρατοῦντι βουλόμενος ἀρέσαι
ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον·
Verse: 20 
τὸ δὲ πλῆϑος ἐϕελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας
τὸν πρὸ ὀλίγου τιμηϑέντα ἄνϑρωπον νῦν σέβασμα ἐλογίσαντο.
Verse: 21 
καὶ τοῦτο ἐγένετο τῷ βίῳ εἰς ἔνεδρον,
ὅτι συμϕορᾷ τυραννίδι δουλεύσαντες ἄνϑρωποι
τὸ ἀκοινώνητον ὄνομα λίϑοις καὶ ξύλοις περιέϑεσαν.
Verse: 22 
Εἶτ' οὐκ ἤρκεσεν τὸ πλανᾶσϑαι περὶ τὴν τοῦ ϑεοῦ γνῶσιν,
ἀλλὰ καὶ ἐν μεγάλῳ ζῶντες ἀγνοίας πολέμῳ
τὰ τοσαῦτα κακὰ εἰρήνην προσαγορεύουσιν.
Verse: 23 
γὰρ τεκνοϕόνους τελετὰς κρύϕια μυστήρια
ἐμμανεῖς ἐξάλλων ϑεσμῶν κώμους ἄγοντες
Verse: 24 
οὔτε βίους οὔτε γάμους καϑαροὺς ἔτι ϕυλάσσουσιν,
ἕτερος δ' ἕτερον λοχῶν ἀναιρεῖ νοϑεύων ὀδυνᾷ.
Verse: 25 
πάντα δ' ἐπιμὶξ ἔχει αἷμα καὶ ϕόνος, κλοπὴ καὶ δόλος,
ϕϑορά, ἀπιστία, τάραχος, ἐπιορκία,
Verse: 26 
ϑόρυβος ἀγαϑῶν, χάριτος ἀμνηστία,
ψυχῶν μιασμός, γενέσεως ἐναλλαγή,
γάμων ἀταξία, μοιχεία καὶ ἀσέλγεια.
Verse: 27 
γὰρ τῶν ἀνωνύμων εἰδώλων ϑρησκεία
παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν·
Verse: 28 
γὰρ εὐϕραινόμενοι μεμήνασιν προϕητεύουσιν ψευδῆ
ζῶσιν ἀδίκως ἐπιορκοῦσιν ταχέως·
Verse: 29 
ἀψύχοις γὰρ πεποιϑότες εἰδώλοις
κακῶς ὀμόσαντες ἀδικηϑῆναι οὐ προσδέχονται.
Verse: 30 
ἀμϕότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια,
ὅτι κακῶς ἐϕρόνησαν περὶ ϑεοῦ προσέχοντες εἰδώλοις
καὶ ἀδίκως ὤμοσαν ἐν δόλῳ καταϕρονήσαντες ὁσιότητος·
Verse: 31 
οὐ γὰρ τῶν ὀμνυμένων δύναμις,
ἀλλ' τῶν ἁμαρτανόντων δίκη
ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.