TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 846
Chapter: 15
Verse: 1
Σὺ
δέ
,
ὁ
θεὸς
ἡμῶν
,
χρηστὸς
καὶ
ἀληθής
,
μακρόθυμος
καὶ
ἐλέει
διοικῶν
τὰ
πάντα
.
Verse: 2
καὶ
γὰρ
ἐὰν
ἁμάρτωμεν
,
σοί
ἐσμεν
,
εἰδότες
σου
τὸ
κράτος
·
οὐχ
ἁμαρτησόμεθα
δέ
,
εἰδότες
ὅτι
σοὶ
λελογίσμεθα
.
Verse: 3
τὸ
γὰρ
ἐπίστασθαί
σε
ὁλόκληρος
δικαιοσύνη
,
καὶ
εἰδέναι
σου
τὸ
κράτος
ῥίζα
ἀθανασίας
.
Verse: 4
οὔτε
γὰρ
ἐπλάνησεν
ἡμᾶς
ἀνθρώπων
κακότεχνος
ἐπίνοια
οὐδὲ
σκιαγράϕων
πόνος
ἄκαρπος
,
εἶδος
σπιλωθὲν
χρώμασιν
διηλλαγμένοις
,
Verse: 5
ὧν
ὄψις
ἄϕροσιν
εἰς
ὄρεξιν
ἔρχεται
,
ποθεῖ
τε
νεκρᾶς
εἰκόνος
εἶδος
ἄπνουν
.
Verse: 6
κακῶν
ἐρασταὶ
ἄξιοί
τε
τοιούτων
ἐλπίδων
καὶ
οἱ
δρῶντες
καὶ
οἱ
ποθοῦντες
καὶ
οἱ
σεβόμενοι
.
Verse: 7
Καὶ
γὰρ
κεραμεὺς
ἁπαλὴν
γῆν
θλίβων
ἐπίμοχθον
πλάσσει
πρὸς
ὑπηρεσίαν
ἡμῶν
ἓν
ἕκαστον
·
ἀλλ
'
ἐκ
τοῦ
αὐτοῦ
πηλοῦ
ἀνεπλάσατο
τά
τε
τῶν
καθαρῶν
ἔργων
δοῦλα
σκεύη
τά
τε
ἐναντία
,
πάντα
ὁμοίως
·
τούτων
δὲ
ἑτέρου
τίς
ἑκάστου
ἐστὶν
ἡ
χρῆσις
,
κριτὴς
ὁ
πηλουργός
.
Verse: 8
καὶ
κακόμοχθος
θεὸν
μάταιον
ἐκ
τοῦ
αὐτοῦ
πλάσσει
πηλοῦ
ὃς
πρὸ
μικροῦ
ἐκ
γῆς
γενηθεὶς
μετ
'
ὀλίγον
πορεύεται
ἐξ
ἧς
ἐλήμϕθη
,
τὸ
τῆς
ψυχῆς
ἀπαιτηθεὶς
χρέος
.
Verse: 9
ἀλλ
'
ἔστιν
αὐτῷ
ϕροντὶς
οὐχ
ὅτι
μέλλει
κάμνειν
οὐδ
'
ὅτι
βραχυτελῆ
βίον
ἔχει
,
ἀλλ
'
ἀντερείδεται
μὲν
χρυσουργοῖς
καὶ
ἀργυροχόοις
χαλκοπλάστας
τε
μιμεῖται
καὶ
δόξαν
ἡγεῖται
ὅτι
κίβδηλα
πλάσσει
.
Verse: 10
σποδὸς
ἡ
καρδία
αὐτοῦ
,
καὶ
γῆς
εὐτελεστέρα
ἡ
ἐλπὶς
αὐτοῦ
,
πηλοῦ
τε
ἀτιμότερος
ὁ
βίος
αὐτοῦ
,
Verse: 11
ὅτι
ἠγνόησεν
τὸν
πλάσαντα
αὐτὸν
καὶ
τὸν
ἐμπνεύσαντα
αὐτῷ
ψυχὴν
ἐνεργοῦσαν
καὶ
ἐμϕυσήσαντα
πνεῦμα
ζωτικόν
,
Verse: 12
ἀλλ
'
ἐλογίσαντο
παίγνιον
εἶναι
τὴν
ζωὴν
ἡμῶν
καὶ
τὸν
βίον
πανηγυρισμὸν
ἐπικερδῆ
,
δεῖν
γάρ
ϕησιν
ὅθεν
δή
,
κἂν
ἐκ
κακοῦ
,
πορίζειν
.
Verse: 13
οὗτος
γὰρ
παρὰ
πάντας
οἶδεν
ὅτι
ἁμαρτάνει
ὕλης
γεώδους
εὔθραυστα
σκεύη
καὶ
γλυπτὰ
δημιουργῶν
.
Verse: 14
πάντες
δὲ
ἀϕρονέστατοι
καὶ
τάλανες
ὑπὲρ
ψυχὴν
νηπίου
οἱ
ἐχθροὶ
τοῦ
λαοῦ
σου
καταδυναστεύσαντες
αὐτόν
,
Verse: 15
ὅτι
καὶ
πάντα
τὰ
εἴδωλα
τῶν
ἐθνῶν
ἐλογίσαντο
θεούς
,
οἷς
οὔτε
ὀμμάτων
χρῆσις
εἰς
ὅρασιν
οὔτε
ῥῖνες
εἰς
συνολκὴν
ἀέρος
οὔτε
ὦτα
ἀκούειν
οὔτε
δάκτυλοι
χειρῶν
εἰς
ψηλάϕησιν
καὶ
οἱ
πόδες
αὐτῶν
ἀργοὶ
πρὸς
ἐπίβασιν
.
Verse: 16
ἄνθρωπος
γὰρ
ἐποίησεν
αὐτούς
,
καὶ
τὸ
πνεῦμα
δεδανεισμένος
ἔπλασεν
αὐτούς
·
οὐδεὶς
γὰρ
αὐτῷ
ὅμοιον
ἄνθρωπος
ἰσχύει
πλάσαι
θεόν
·
Verse: 17
θνητὸς
δὲ
ὢν
νεκρὸν
ἐργάζεται
χερσὶν
ἀνόμοις
·
κρείττων
γάρ
ἐστιν
τῶν
σεβασμάτων
αὐτοῦ
,
ὧν
αὐτὸς
μὲν
ἔζησεν
,
ἐκεῖνα
δὲ
οὐδέποτε
.
Verse: 18
καὶ
τὰ
ζῷα
δὲ
τὰ
ἔχθιστα
σέβονται
·
ἀνοίᾳ
γὰρ
συγκρινόμενα
τῶν
ἄλλων
ἐστὶ
χείρονα
·
Verse: 19
οὐδ
'
ὅσον
ἐπιποθῆσαι
ὡς
ἐν
ζῴων
ὄψει
καλὰ
τυγχάνει
,
ἐκπέϕευγεν
δὲ
καὶ
τὸν
τοῦ
θεοῦ
ἔπαινον
καὶ
τὴν
εὐλογίαν
αὐτοῦ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.