TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 845
Chapter: 14
Verse: 1
Πλοῦν
τις
πάλιν
στελλόμενος
καὶ
ἄγρια
μέλλων
διοδεύειν
κύματα
τοῦ
ϕέροντος
αὐτὸν
πλοίου
σαθρότερον
ξύλον
ἐπιβοᾶται
.
Verse: 2
ἐκεῖνο
μὲν
γὰρ
ὄρεξις
πορισμῶν
ἐπενόησεν
,
τεχνῖτις
δὲ
σοϕία
κατεσκεύασεν
·
Verse: 3
ἡ
δὲ
σή
,
πάτερ
,
διακυβερνᾷ
πρόνοια
,
ὅτι
ἔδωκας
καὶ
ἐν
θαλάσσῃ
ὁδὸν
καὶ
ἐν
κύμασι
τρίβον
ἀσϕαλῆ
Verse: 4
δεικνὺς
ὅτι
δύνασαι
ἐκ
παντὸς
σῴζειν
,
ἵνα
κἂν
ἄνευ
τέχνης
τις
ἐπιβῇ
.
Verse: 5
θέλεις
δὲ
μὴ
ἀργὰ
εἶναι
τὰ
τῆς
σοϕίας
σου
ἔργα
·
διὰ
τοῦτο
καὶ
ἐλαχίστῳ
ξύλῳ
πιστεύουσιν
ἄνθρωποι
ψυχὰς
καὶ
διελθόντες
κλύδωνα
σχεδίᾳ
διεσώθησαν
.
Verse: 6
καὶ
ἀρχῆς
γὰρ
ἀπολλυμένων
ὑπερηϕάνων
γιγάντων
ἡ
ἐλπὶς
τοῦ
κόσμου
ἐπὶ
σχεδίας
καταϕυγοῦσα
ἀπέλιπεν
αἰῶνι
σπέρμα
γενέσεως
τῇ
σῇ
κυβερνηθεῖσα
χειρί
.
Verse: 7
εὐλόγηται
γὰρ
ξύλον
,
δι
'
οὗ
γίνεται
δικαιοσύνη
·
Verse: 8
τὸ
χειροποίητον
δέ
,
ἐπικατάρατον
αὐτὸ
καὶ
ὁ
ποιήσας
αὐτό
,
ὅτι
ὁ
μὲν
ἠργάζετο
,
τὸ
δὲ
ϕθαρτὸν
θεὸς
ὠνομάσθη
.
Verse: 9
ἐν
ἴσῳ
γὰρ
μισητὰ
θεῷ
καὶ
ὁ
ἀσεβῶν
καὶ
ἡ
ἀσέβεια
αὐτοῦ
·
Verse: 10
καὶ
γὰρ
τὸ
πραχθὲν
σὺν
τῷ
δράσαντι
κολασθήσεται
.
Verse: 11
διὰ
τοῦτο
καὶ
ἐν
εἰδώλοις
ἐθνῶν
ἐπισκοπὴ
ἔσται
,
ὅτι
ἐν
κτίσματι
θεοῦ
εἰς
βδέλυγμα
ἐγενήθησαν
καὶ
εἰς
σκάνδαλα
ψυχαῖς
ἀνθρώπων
καὶ
εἰς
παγίδα
ποσὶν
ἀϕρόνων
.
Verse: 12
᾽Αρχὴ
γὰρ
πορνείας
ἐπίνοια
εἰδώλων
,
εὕρεσις
δὲ
αὐτῶν
ϕθορὰ
ζωῆς
.
Verse: 13
οὔτε
γὰρ
ἦν
ἀπ
'
ἀρχῆς
οὔτε
εἰς
τὸν
αἰῶνα
ἔσται
·
Verse: 14
κενοδοξίᾳ
γὰρ
ἀνθρώπων
εἰσῆλθεν
εἰς
τὸν
κόσμον
,
καὶ
διὰ
τοῦτο
σύντομον
αὐτῶν
τὸ
τέλος
ἐπενοήθη
.
Verse: 15
ἀώρῳ
γὰρ
πένθει
τρυχόμενος
πατὴρ
τοῦ
ταχέως
ἀϕαιρεθέντος
τέκνου
εἰκόνα
ποιήσας
τόν
ποτε
νεκρὸν
ἄνθρωπον
νῦν
ὡς
θεὸν
ἐτίμησεν
καὶ
παρέδωκεν
τοῖς
ὑποχειρίοις
μυστήρια
καὶ
τελετάς
·
Verse: 16
εἶτα
ἐν
χρόνῳ
κρατυνθὲν
τὸ
ἀσεβὲς
ἔθος
ὡς
νόμος
ἐϕυλάχθη
.
Verse: 17
καὶ
τυράννων
ἐπιταγαῖς
ἐθρησκεύετο
τὰ
γλυπτά
,
οὓς
ἐν
ὄψει
μὴ
δυνάμενοι
τιμᾶν
ἄνθρωποι
διὰ
τὸ
μακρὰν
οἰκεῖν
τὴν
πόρρωθεν
ὄψιν
ἀνατυπωσάμενοι
ἐμϕανῆ
εἰκόνα
τοῦ
τιμωμένου
βασιλέως
ἐποίησαν
,
ἵνα
ὡς
παρόντα
τὸν
ἀπόντα
κολακεύωσιν
διὰ
τῆς
σπουδῆς
.
Verse: 18
εἰς
ἐπίτασιν
δὲ
θρησκείας
καὶ
τοὺς
ἀγνοοῦντας
ἡ
τοῦ
τεχνίτου
προετρέψατο
ϕιλοτιμία
·
Verse: 19
ὁ
μὲν
γὰρ
τάχα
κρατοῦντι
βουλόμενος
ἀρέσαι
ἐξεβιάσατο
τῇ
τέχνῃ
τὴν
ὁμοιότητα
ἐπὶ
τὸ
κάλλιον
·
Verse: 20
τὸ
δὲ
πλῆθος
ἐϕελκόμενον
διὰ
τὸ
εὔχαρι
τῆς
ἐργασίας
τὸν
πρὸ
ὀλίγου
τιμηθέντα
ἄνθρωπον
νῦν
σέβασμα
ἐλογίσαντο
.
Verse: 21
καὶ
τοῦτο
ἐγένετο
τῷ
βίῳ
εἰς
ἔνεδρον
,
ὅτι
ἢ
συμϕορᾷ
ἢ
τυραννίδι
δουλεύσαντες
ἄνθρωποι
τὸ
ἀκοινώνητον
ὄνομα
λίθοις
καὶ
ξύλοις
περιέθεσαν
.
Verse: 22
Εἶτ
'
οὐκ
ἤρκεσεν
τὸ
πλανᾶσθαι
περὶ
τὴν
τοῦ
θεοῦ
γνῶσιν
,
ἀλλὰ
καὶ
ἐν
μεγάλῳ
ζῶντες
ἀγνοίας
πολέμῳ
τὰ
τοσαῦτα
κακὰ
εἰρήνην
προσαγορεύουσιν
.
Verse: 23
ἢ
γὰρ
τεκνοϕόνους
τελετὰς
ἢ
κρύϕια
μυστήρια
ἢ
ἐμμανεῖς
ἐξάλλων
θεσμῶν
κώμους
ἄγοντες
Verse: 24
οὔτε
βίους
οὔτε
γάμους
καθαροὺς
ἔτι
ϕυλάσσουσιν
,
ἕτερος
δ
'
ἕτερον
ἢ
λοχῶν
ἀναιρεῖ
ἢ
νοθεύων
ὀδυνᾷ
.
Verse: 25
πάντα
δ
'
ἐπιμὶξ
ἔχει
αἷμα
καὶ
ϕόνος
,
κλοπὴ
καὶ
δόλος
,
ϕθορά
,
ἀπιστία
,
τάραχος
,
ἐπιορκία
,
Verse: 26
θόρυβος
ἀγαθῶν
,
χάριτος
ἀμνηστία
,
ψυχῶν
μιασμός
,
γενέσεως
ἐναλλαγή
,
γάμων
ἀταξία
,
μοιχεία
καὶ
ἀσέλγεια
.
Verse: 27
ἡ
γὰρ
τῶν
ἀνωνύμων
εἰδώλων
θρησκεία
παντὸς
ἀρχὴ
κακοῦ
καὶ
αἰτία
καὶ
πέρας
ἐστίν
·
Verse: 28
ἢ
γὰρ
εὐϕραινόμενοι
μεμήνασιν
ἢ
προϕητεύουσιν
ψευδῆ
ἢ
ζῶσιν
ἀδίκως
ἢ
ἐπιορκοῦσιν
ταχέως
·
Verse: 29
ἀψύχοις
γὰρ
πεποιθότες
εἰδώλοις
κακῶς
ὀμόσαντες
ἀδικηθῆναι
οὐ
προσδέχονται
.
Verse: 30
ἀμϕότερα
δὲ
αὐτοὺς
μετελεύσεται
τὰ
δίκαια
,
ὅτι
κακῶς
ἐϕρόνησαν
περὶ
θεοῦ
προσέχοντες
εἰδώλοις
καὶ
ἀδίκως
ὤμοσαν
ἐν
δόλῳ
καταϕρονήσαντες
ὁσιότητος
·
Verse: 31
οὐ
γὰρ
ἡ
τῶν
ὀμνυμένων
δύναμις
,
ἀλλ
'
ἡ
τῶν
ἁμαρτανόντων
δίκη
ἐπεξέρχεται
ἀεὶ
τὴν
τῶν
ἀδίκων
παράβασιν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.