TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 846
Previous part

Chapter: 15 
Verse: 1  Σὺ δέ, ϑεὸς ἡμῶν, χρηστὸς καὶ ἀληϑής,
μακρόϑυμος καὶ ἐλέει διοικῶν τὰ πάντα.
Verse: 2 
καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος·
οὐχ ἁμαρτησόμεϑα δέ, εἰδότες ὅτι σοὶ λελογίσμεϑα.
Verse: 3 
τὸ γὰρ ἐπίστασϑαί σε ὁλόκληρος δικαιοσύνη,
καὶ εἰδέναι σου τὸ κράτος ῥίζα ἀϑανασίας.
Verse: 4 
οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνϑρώπων κακότεχνος ἐπίνοια
οὐδὲ σκιαγράϕων πόνος ἄκαρπος,
εἶδος σπιλωϑὲν χρώμασιν διηλλαγμένοις,
Verse: 5 
ὧν ὄψις ἄϕροσιν εἰς ὄρεξιν ἔρχεται,
ποϑεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν.
Verse: 6 
κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων
καὶ οἱ δρῶντες καὶ οἱ ποϑοῦντες καὶ οἱ σεβόμενοι.
Verse: 7 
Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν ϑλίβων ἐπίμοχϑον
πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἓν ἕκαστον·
ἀλλ' ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο
τά τε τῶν καϑαρῶν ἔργων δοῦλα σκεύη
τά τε ἐναντία, πάντα ὁμοίως·
τούτων δὲ ἑτέρου τίς ἑκάστου ἐστὶν χρῆσις,
κριτὴς πηλουργός.
Verse: 8 
καὶ κακόμοχϑος ϑεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ
ὃς πρὸ μικροῦ ἐκ γῆς γενηϑεὶς
μετ' ὀλίγον πορεύεται ἐξ ἧς ἐλήμϕϑη,
τὸ τῆς ψυχῆς ἀπαιτηϑεὶς χρέος.
Verse: 9 
ἀλλ' ἔστιν αὐτῷ ϕροντὶς οὐχ ὅτι μέλλει κάμνειν
οὐδ' ὅτι βραχυτελῆ βίον ἔχει,
ἀλλ' ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις
χαλκοπλάστας τε μιμεῖται
καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει.
Verse: 10 
σποδὸς καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἐλπὶς αὐτοῦ,
πηλοῦ τε ἀτιμότερος βίος αὐτοῦ,
Verse: 11 
ὅτι ἠγνόησεν τὸν πλάσαντα αὐτὸν
καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν
καὶ ἐμϕυσήσαντα πνεῦμα ζωτικόν,
Verse: 12 
ἀλλ' ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν
καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ,
δεῖν γάρ ϕησιν ὅϑεν δή, κἂν ἐκ κακοῦ, πορίζειν.
Verse: 13 
οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει
ὕλης γεώδους εὔϑραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.
Verse: 14 
πάντες δὲ ἀϕρονέστατοι καὶ τάλανες ὑπὲρ ψυχὴν νηπίου
οἱ ἐχϑροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν,
Verse: 15 
ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐϑνῶν ἐλογίσαντο ϑεούς,
οἷς οὔτε ὀμμάτων χρῆσις εἰς ὅρασιν
οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος
οὔτε ὦτα ἀκούειν
οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάϕησιν
καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν.
Verse: 16 
ἄνϑρωπος γὰρ ἐποίησεν αὐτούς,
καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς·
οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνϑρωπος ἰσχύει πλάσαι ϑεόν·
Verse: 17 
ϑνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις·
κρείττων γάρ ἐστιν τῶν σεβασμάτων αὐτοῦ,
ὧν αὐτὸς μὲν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε.
Verse: 18 
καὶ τὰ ζῷα δὲ τὰ ἔχϑιστα σέβονται·
ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα·
Verse: 19 
οὐδ' ὅσον ἐπιποϑῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει,
ἐκπέϕευγεν δὲ καὶ τὸν τοῦ ϑεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν // αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.