TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 847
Previous part

Chapter: 16 
Verse: 1  Διὰ τοῦτο δι' ὁμοίων ἐκολάσϑησαν ἀξίως
καὶ διὰ πλήϑους κνωδάλων ἐβασανίσϑησαν.
Verse: 2 
ἀνϑ' ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου
εἰς ἐπιϑυμίαν ὀρέξεως ξένην γεῦσιν
τροϕὴν ἡτοίμασας ὀρτυγομήτραν,
Verse: 3 
ἵνα ἐκεῖνοι μὲν ἐπιϑυμοῦντες τροϕὴν
διὰ τὴν εἰδέχϑειαν τῶν ἐπαπεσταλμένων
καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέϕωνται,
αὐτοὶ δὲ ἐπ' ὀλίγον ἐνδεεῖς γενόμενοι
καὶ ξένης μετάσχωσι γεύσεως.
Verse: 4 
ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελϑεῖν τυραννοῦσιν,
τούτοις δὲ μόνον δειχϑῆναι πῶς οἱ ἐχϑροὶ αὐτῶν ἐβασανίζοντο.
Verse: 5 
Καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλϑεν ϑηρίων ϑυμὸς
δήγμασίν τε σκολιῶν διεϕϑείροντο ὄϕεων,
οὐ μέχρι τέλους ἔμεινεν ὀργή σου·
Verse: 6 
εἰς νουϑεσίαν δὲ πρὸς ὀλίγον ἐταράχϑησαν
σύμβολον ἔχοντες σωτηρίας εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου·
Verse: 7 
γὰρ ἐπιστραϕεὶς οὐ διὰ τὸ ϑεωρούμενον ἐσῴζετο,
ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα.
Verse: 8 
καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχϑροὺς ἡμῶν
ὅτι σὺ εἶ ῥυόμενος ἐκ παντὸς κακοῦ·
Verse: 9 
οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινεν δήγματα,
καὶ οὐχ εὑρέϑη ἴαμα τῇ ψυχῇ αὐτῶν,
ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασϑῆναι·
Verse: 10 
τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες,
τὸ ἔλεος γάρ σου ἀντιπαρῆλϑεν καὶ ἰάσατο αὐτούς.
Verse: 11 
εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο
καὶ ὀξέως διεσῴζοντο,
ἵνα μὴ εἰς βαϑεῖαν ἐμπεσόντες λήϑην
ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας.
Verse: 12 
καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐϑεράπευσεν αὐτούς,
ἀλλὰ σός, κύριε, λόγος πάντας ἰώμενος.
Verse: 13 
σὺ γὰρ ζωῆς καὶ ϑανάτου ἐξουσίαν ἔχεις
καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις·
Verse: 14 
ἄνϑρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ,
ἐξελϑὸν δὲ πνεῦμα οὐκ ἀναστρέϕει
οὐδὲ ἀναλύει ψυχὴν παραλημϕϑεῖσαν.
Verse: 15 
Τὴν δὲ σὴν χεῖρα ϕυγεῖν ἀδύνατόν ἐστιν·
Verse: 16 
ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς
ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώϑησαν
ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις
καὶ πυρὶ καταναλισκόμενοι.
Verse: 17 
τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννύντι ὕδατι
πλεῖον ἐνήργει τὸ πῦρ,
ὑπέρμαχος γὰρ κόσμος ἐστὶν δικαίων·
Verse: 18 
ποτὲ μὲν γὰρ ἡμεροῦτο ϕλόξ,
ἵνα μὴ καταϕλέξῃ τὰ ἐπ' ἀσεβεῖς ἀπεσταλμένα ζῷα,
ἀλλ' αὐτοὶ βλέποντες εἰδῶσιν ὅτι ϑεοῦ κρίσει ἐλαύνονται·
Verse: 19 
ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν ϕλέγει,
ἵνα ἀδίκου γῆς γενήματα διαϕϑείρῃ.
Verse: 20 
ἀνϑ' ὧν ἀγγέλων τροϕὴν ἐψώμισας τὸν λαόν σου
καὶ ἕτοιμον ἄρτον ἀπ' οὐρανοῦ παρέσχες αὐτοῖς ἀκοπιάτως
πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν·
Verse: 21 
μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα ἐνεϕάνιζεν // γλυκύτητα,
τῇ δὲ τοῦ προσϕερομένου ἐπιϑυμίᾳ ὑπηρετῶν
πρὸς τις ἐβούλετο μετεκιρνᾶτο.
Verse: 22 
χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ καὶ οὐκ ἐτήκετο,
ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχϑρῶν καρποὺς
κατέϕϑειρε πῦρ ϕλεγόμενον ἐν τῇ χαλάζῃ
καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον·
Verse: 23 
τοῦτο πάλιν δ', ἵνα τραϕῶσιν δίκαιοι,
καὶ τῆς ἰδίας ἐπιλέλησται δυνάμεως.
Verse: 24 
῾Η γὰρ κτίσις σοὶ τῷ ποιήσαντι ὑπηρετοῦσα
ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων
καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπὶ σοὶ πεποιϑότων.
Verse: 25 
διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη
τῇ παντοτρόϕῳ σου δωρεᾷ ὑπηρέτει
πρὸς τὴν τῶν δεομένων ϑέλησιν,
Verse: 26 
ἵνα μάϑωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, κύριε,
ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέϕουσιν ἄνϑρωπον,
ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ.
Verse: 27 
τὸ γὰρ ὑπὸ πυρὸς μὴ ϕϑειρόμενον
ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου ϑερμαινόμενον ἐτήκετο,
Verse: 28 
ὅπως γνωστὸν ὅτι δεῖ ϕϑάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου
καὶ πρὸς ἀνατολὴν ϕωτὸς ἐντυγχάνειν σοι·
Verse: 29 
ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται
καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.