TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 836
Previous part

Chapter: 5 
Verse: 1  Τότε στήσεται ἐν παρρησίᾳ πολλῇ δίκαιος
κατὰ πρόσωπον τῶν ϑλιψάντων αὐτὸν
καὶ τῶν ἀϑετούντων τοὺς πόνους αὐτοῦ.
Verse: 2 
ἰδόντες ταραχϑήσονται ϕόβῳ δεινῷ
καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας·
Verse: 3 
ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες
καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται καὶ ἐροῦσιν
Verse: 4 
Οὗτος ἦν, ὃν ἔσχομέν ποτε εἰς γέλωτα
καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄϕρονες·
τὸν βίον αὐτοῦ ἐλογισάμεϑα μανίαν
καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον.
Verse: 5 
πῶς κατελογίσϑη ἐν υἱοῖς ϑεοῦ
καὶ ἐν ἁγίοις κλῆρος αὐτοῦ ἐστιν;
Verse: 6 
ἄρα ἐπλανήϑημεν ἀπὸ ὁδοῦ ἀληϑείας,
καὶ τὸ τῆς δικαιοσύνης ϕῶς οὐκ ἐπέλαμψεν ἡμῖν,
καὶ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν·
Verse: 7 
ἀνομίας ἐνεπλήσϑημεν τρίβοις καὶ ἀπωλείας
καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους,
τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐπέγνωμεν.
Verse: 8 
τί ὠϕέλησεν ἡμᾶς ὑπερηϕανία;
καὶ τί πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν;
Verse: 9 
παρῆλϑεν ἐκεῖνα πάντα ὡς σκιὰ
καὶ ὡς ἀγγελία παρατρέχουσα·
Verse: 10 
ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ,
ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν
οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν·
Verse: 11 
ὡς ὀρνέου διιπτάντος ἀέρα
οὐϑὲν εὑρίσκεται τεκμήριον πορείας,
πληγῇ δὲ μαστιζόμενον ταρσῶν πνεῦμα κοῦϕον
καὶ σχιζόμενον βίᾳ ῥοίζου
κινουμένων πτερύγων διωδεύϑη,
καὶ μετὰ τοῦτο οὐχ εὑρέϑη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ·
Verse: 12 
ὡς βέλους βληϑέντος ἐπὶ σκοπὸν
τμηϑεὶς ἀὴρ εὐϑέως εἰς ἑαυτὸν ἀνελύϑη
ὡς ἀγνοῆσαι τὴν δίοδον αὐτοῦ·
Verse: 13 
οὕτως καὶ ἡμεῖς γεννηϑέντες ἐξελίπομεν
καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι,
ἐν δὲ τῇ κακίᾳ ἡμῶν κατεδαπανήϑημεν.
Verse: 14 
ὅτι ἐλπὶς ἀσεβοῦς ὡς ϕερόμενος χνοῦς ὑπὸ ἀνέμου
καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχϑεῖσα λεπτὴ
καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύϑη
καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσεν.
Verse: 15 
Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν,
καὶ ἐν κυρίῳ μισϑὸς αὐτῶν,
καὶ ϕροντὶς αὐτῶν παρὰ ὑψίστῳ.
Verse: 16 
διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας
καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς κυρίου,
ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς
καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Verse: 17 
λήμψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ
καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχϑρῶν·
Verse: 18 
ἐνδύσεται ϑώρακα δικαιοσύνην
καὶ περιϑήσεται κόρυϑα κρίσιν ἀνυπόκριτον·
Verse: 19 
λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα,
Verse: 20 
ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομϕαίαν,
συνεκπολεμήσει δὲ αὐτῷ κόσμος ἐπὶ τοὺς παράϕρονας.
Verse: 21 
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεϕῶν ἐπὶ σκοπὸν ἁλοῦνται,
Verse: 22 
καὶ ἐκ πετροβόλου ϑυμοῦ πλήρεις ῥιϕήσονται χάλαζαι·
ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ ϑαλάσσης,
ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως·
Verse: 23 
ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως
καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς·
καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ κακοπραγία περιτρέψει ϑρόνους δυναστῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.