TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 837
Previous part

Chapter: 6 
Verse: 1  ᾽Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε·
μάθετε, δικασταὶ περάτων γῆς·
Verse: 2 
ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους
καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν·
Verse: 3 
ὅτι ἐδόθη παρὰ κυρίου κράτησις ὑμῖν
καὶ δυναστεία παρὰ ὑψίστου,
ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει·
Verse: 4 
ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς
οὐδὲ ἐϕυλάξατε νόμον
οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε.
Verse: 5 
ϕρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν,
ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται.
Verse: 6 
γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους,
δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·
Verse: 7 
οὐ γὰρ ὑποστελεῖται πρόσωπον πάντων δεσπότης
οὐδὲ ἐντραπήσεται μέγεθος,
ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν
ὁμοίως τε προνοεῖ περὶ πάντων,
Verse: 8 
τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐϕίσταται ἔρευνα.
Verse: 9 
πρὸς ὑμᾶς οὖν, τύραννοι, οἱ λόγοι μου,
ἵνα μάθητε σοϕίαν καὶ μὴ παραπέσητε·
Verse: 10 
οἱ γὰρ ϕυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται,
καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.
Verse: 11 
ἐπιθυμήσατε οὖν τῶν λόγων μου,
ποθήσατε καὶ παιδευθήσεσθε.
Verse: 12 
Λαμπρὰ καὶ ἀμάραντός ἐστιν σοϕία
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν
καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν,
Verse: 13 
ϕθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι.
Verse: 14 
ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει·
πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.
Verse: 15 
τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς ϕρονήσεως τελειότης,
καὶ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται·
Verse: 16 
ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα
καὶ ἐν ταῖς τρίβοις ϕαντάζεται αὐτοῖς εὐμενῶς
καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς.
Verse: 17 
ἀρχὴ γὰρ αὐτῆς ἀληθεστάτη παιδείας ἐπιθυμία,
ϕροντὶς δὲ παιδείας ἀγάπη,
Verse: 18 
ἀγάπη δὲ τήρησις νόμων αὐτῆς,
προσοχὴ δὲ νόμων βεβαίωσις ἀϕθαρσίας,
Verse: 19 
ἀϕθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ·
Verse: 20 
ἐπιθυμία ἄρα σοϕίας ἀνάγει ἐπὶ βασιλείαν.
Verse: 21 
εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν,
τιμήσατε σοϕίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Verse: 22 
τί δέ ἐστιν σοϕία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ
καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια,
ἀλλὰ ἀπ' ἀρχῆς γενέσεως ἐξιχνιάσω
καὶ θήσω εἰς τὸ ἐμϕανὲς τὴν γνῶσιν αὐτῆς
καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν.
Verse: 23 
οὔτε μὴν ϕθόνῳ τετηκότι συνοδεύσω,
ὅτι οὗτος οὐ κοινωνήσει σοϕίᾳ.
Verse: 24 
πλῆθος δὲ σοϕῶν σωτηρία κόσμου,
καὶ βασιλεὺς ϕρόνιμος εὐστάθεια δήμου.
Verse: 25 
ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου, καὶ ὠϕεληθήσεσθε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.