TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 838
Previous part

Chapter: 7 
Verse: 1  Εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν
καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου·
καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύϕην σὰρξ
Verse: 2 
δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι
ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης.
Verse: 3 
καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα
καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν
πρώτην ϕωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων·
Verse: 4 
ἐν σπαργάνοις ἀνετράϕην καὶ ϕροντίσιν.
Verse: 5 
οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν,
Verse: 6 
μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση.
Verse: 7 
διὰ τοῦτο εὐξάμην, καὶ ϕρόνησις ἐδόθη μοι·
ἐπεκαλεσάμην, καὶ ἦλθέν μοι πνεῦμα σοϕίας.
Verse: 8 
προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων
καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς·
Verse: 9 
οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον,
ὅτι πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη,
καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς·
Verse: 10 
ὑπὲρ ὑγίειαν καὶ εὐμορϕίαν ἠγάπησα αὐτὴν
καὶ προειλόμην αὐτὴν ἀντὶ ϕωτὸς ἔχειν,
ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης ϕέγγος.
Verse: 11 
ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ' αὐτῆς
καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς·
Verse: 12 
εὐϕράνθην δὲ ἐπὶ πᾶσιν, ὅτι αὐτῶν ἡγεῖται σοϕία,
ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων.
Verse: 13 
ἀδόλως τε ἔμαθον ἀϕθόνως τε μεταδίδωμι,
τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι·
Verse: 14 
ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις,
ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο ϕιλίαν
διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες.
Verse: 15 
᾽Εμοὶ δὲ δῴη θεὸς εἰπεῖν κατὰ γνώμην
καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων,
ὅτι αὐτὸς καὶ τῆς σοϕίας ὁδηγός ἐστιν
καὶ τῶν σοϕῶν διορθωτής.
Verse: 16 
ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν
πᾶσά τε ϕρόνησις καὶ ἐργατειῶν ἐπιστήμη.
Verse: 17 
αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ
εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων,
Verse: 18 
ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων,
τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν,
Verse: 19 
ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις,
Verse: 20 
ϕύσεις ζῴων καὶ θυμοὺς θηρίων,
πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων,
διαϕορὰς ϕυτῶν καὶ δυνάμεις ῥιζῶν,
Verse: 21 
ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμϕανῆ ἔγνων·
γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοϕία.
Verse: 22 
῎Εστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον,
μονογενές, πολυμερές, λεπτόν,
εὐκίνητον, τρανόν, ἀμόλυντον,
σαϕές, ἀπήμαντον, ϕιλάγαθον, ὀξύ,
Verse: 23 
ἀκώλυτον, εὐεργετικόν, ϕιλάνθρωπον,
βέβαιον, ἀσϕαλές, ἀμέριμνον,
παντοδύναμον, πανεπίσκοπον
καὶ διὰ πάντων χωροῦν πνευμάτων
νοερῶν καθαρῶν λεπτοτάτων.
Verse: 24 
πάσης γὰρ κινήσεως κινητικώτερον σοϕία,
διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα·
Verse: 25 
ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως
καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής·
διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.
Verse: 26 
ἀπαύγασμα γάρ ἐστιν ϕωτὸς ἀιδίου
καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας
καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
Verse: 27 
μία δὲ οὖσα πάντα δύναται
καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει
καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα
ϕίλους θεοῦ καὶ προϕήτας κατασκευάζει·
Verse: 28 
οὐθὲν γὰρ ἀγαπᾷ θεὸς εἰ μὴ τὸν σοϕίᾳ συνοικοῦντα.
Verse: 29 
ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου
καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν.
ϕωτὶ συγκρινομένη εὑρίσκεται προτέρα·
Verse: 30 
τοῦτο μὲν γὰρ διαδέχεται νύξ,
σοϕίας δὲ οὐ κατισχύει κακία.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.