TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 836
Chapter: 5
Verse: 1
Τότε
στήσεται
ἐν
παρρησίᾳ
πολλῇ
ὁ
δίκαιος
κατὰ
πρόσωπον
τῶν
ϑλιψάντων
αὐτὸν
καὶ
τῶν
ἀϑετούντων
τοὺς
πόνους
αὐτοῦ
.
Verse: 2
ἰδόντες
ταραχϑήσονται
ϕόβῳ
δεινῷ
καὶ
ἐκστήσονται
ἐπὶ
τῷ
παραδόξῳ
τῆς
σωτηρίας
·
Verse: 3
ἐροῦσιν
ἐν
ἑαυτοῖς
μετανοοῦντες
καὶ
διὰ
στενοχωρίαν
πνεύματος
στενάξονται
καὶ
ἐροῦσιν
Verse: 4
Οὗτος
ἦν
,
ὃν
ἔσχομέν
ποτε
εἰς
γέλωτα
καὶ
εἰς
παραβολὴν
ὀνειδισμοῦ
οἱ
ἄϕρονες
·
τὸν
βίον
αὐτοῦ
ἐλογισάμεϑα
μανίαν
καὶ
τὴν
τελευτὴν
αὐτοῦ
ἄτιμον
.
Verse: 5
πῶς
κατελογίσϑη
ἐν
υἱοῖς
ϑεοῦ
καὶ
ἐν
ἁγίοις
ὁ
κλῆρος
αὐτοῦ
ἐστιν
;
Verse: 6
ἄρα
ἐπλανήϑημεν
ἀπὸ
ὁδοῦ
ἀληϑείας
,
καὶ
τὸ
τῆς
δικαιοσύνης
ϕῶς
οὐκ
ἐπέλαμψεν
ἡμῖν
,
καὶ
ὁ
ἥλιος
οὐκ
ἀνέτειλεν
ἡμῖν
·
Verse: 7
ἀνομίας
ἐνεπλήσϑημεν
τρίβοις
καὶ
ἀπωλείας
καὶ
διωδεύσαμεν
ἐρήμους
ἀβάτους
,
τὴν
δὲ
ὁδὸν
κυρίου
οὐκ
ἐπέγνωμεν
.
Verse: 8
τί
ὠϕέλησεν
ἡμᾶς
ἡ
ὑπερηϕανία
;
καὶ
τί
πλοῦτος
μετὰ
ἀλαζονείας
συμβέβληται
ἡμῖν
;
Verse: 9
παρῆλϑεν
ἐκεῖνα
πάντα
ὡς
σκιὰ
καὶ
ὡς
ἀγγελία
παρατρέχουσα
·
Verse: 10
ὡς
ναῦς
διερχομένη
κυμαινόμενον
ὕδωρ
,
ἧς
διαβάσης
οὐκ
ἔστιν
ἴχνος
εὑρεῖν
οὐδὲ
ἀτραπὸν
τρόπιος
αὐτῆς
ἐν
κύμασιν
·
Verse: 11
ἢ
ὡς
ὀρνέου
διιπτάντος
ἀέρα
οὐϑὲν
εὑρίσκεται
τεκμήριον
πορείας
,
πληγῇ
δὲ
μαστιζόμενον
ταρσῶν
πνεῦμα
κοῦϕον
καὶ
σχιζόμενον
βίᾳ
ῥοίζου
κινουμένων
πτερύγων
διωδεύϑη
,
καὶ
μετὰ
τοῦτο
οὐχ
εὑρέϑη
σημεῖον
ἐπιβάσεως
ἐν
αὐτῷ
·
Verse: 12
ἢ
ὡς
βέλους
βληϑέντος
ἐπὶ
σκοπὸν
τμηϑεὶς
ὁ
ἀὴρ
εὐϑέως
εἰς
ἑαυτὸν
ἀνελύϑη
ὡς
ἀγνοῆσαι
τὴν
δίοδον
αὐτοῦ
·
Verse: 13
οὕτως
καὶ
ἡμεῖς
γεννηϑέντες
ἐξελίπομεν
καὶ
ἀρετῆς
μὲν
σημεῖον
οὐδὲν
ἔσχομεν
δεῖξαι
,
ἐν
δὲ
τῇ
κακίᾳ
ἡμῶν
κατεδαπανήϑημεν
.
Verse: 14
ὅτι
ἐλπὶς
ἀσεβοῦς
ὡς
ϕερόμενος
χνοῦς
ὑπὸ
ἀνέμου
καὶ
ὡς
πάχνη
ὑπὸ
λαίλαπος
διωχϑεῖσα
λεπτὴ
καὶ
ὡς
καπνὸς
ὑπὸ
ἀνέμου
διεχύϑη
καὶ
ὡς
μνεία
καταλύτου
μονοημέρου
παρώδευσεν
.
Verse: 15
Δίκαιοι
δὲ
εἰς
τὸν
αἰῶνα
ζῶσιν
,
καὶ
ἐν
κυρίῳ
ὁ
μισϑὸς
αὐτῶν
,
καὶ
ἡ
ϕροντὶς
αὐτῶν
παρὰ
ὑψίστῳ
.
Verse: 16
διὰ
τοῦτο
λήμψονται
τὸ
βασίλειον
τῆς
εὐπρεπείας
καὶ
τὸ
διάδημα
τοῦ
κάλλους
ἐκ
χειρὸς
κυρίου
,
ὅτι
τῇ
δεξιᾷ
σκεπάσει
αὐτοὺς
καὶ
τῷ
βραχίονι
ὑπερασπιεῖ
αὐτῶν
.
Verse: 17
λήμψεται
πανοπλίαν
τὸν
ζῆλον
αὐτοῦ
καὶ
ὁπλοποιήσει
τὴν
κτίσιν
εἰς
ἄμυναν
ἐχϑρῶν
·
Verse: 18
ἐνδύσεται
ϑώρακα
δικαιοσύνην
καὶ
περιϑήσεται
κόρυϑα
κρίσιν
ἀνυπόκριτον
·
Verse: 19
λήμψεται
ἀσπίδα
ἀκαταμάχητον
ὁσιότητα
,
Verse: 20
ὀξυνεῖ
δὲ
ἀπότομον
ὀργὴν
εἰς
ῥομϕαίαν
,
συνεκπολεμήσει
δὲ
αὐτῷ
ὁ
κόσμος
ἐπὶ
τοὺς
παράϕρονας
.
Verse: 21
πορεύσονται
εὔστοχοι
βολίδες
ἀστραπῶν
καὶ
ὡς
ἀπὸ
εὐκύκλου
τόξου
τῶν
νεϕῶν
ἐπὶ
σκοπὸν
ἁλοῦνται
,
Verse: 22
καὶ
ἐκ
πετροβόλου
ϑυμοῦ
πλήρεις
ῥιϕήσονται
χάλαζαι
·
ἀγανακτήσει
κατ
'
αὐτῶν
ὕδωρ
ϑαλάσσης
,
ποταμοὶ
δὲ
συγκλύσουσιν
ἀποτόμως
·
Verse: 23
ἀντιστήσεται
αὐτοῖς
πνεῦμα
δυνάμεως
καὶ
ὡς
λαῖλαψ
ἐκλικμήσει
αὐτούς
·
καὶ
ἐρημώσει
πᾶσαν
τὴν
γῆν
ἀνομία
,
καὶ
ἡ
κακοπραγία
περιτρέψει
ϑρόνους
δυναστῶν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.