TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 837
Previous part

Chapter: 6 
Verse: 1  ᾽Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε·
μάϑετε, δικασταὶ περάτων γῆς·
Verse: 2 
ἐνωτίσασϑε, οἱ κρατοῦντες πλήϑους
καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐϑνῶν·
Verse: 3 
ὅτι ἐδόϑη παρὰ κυρίου κράτησις ὑμῖν
καὶ δυναστεία παρὰ ὑψίστου,
ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει·
Verse: 4 
ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρϑῶς
οὐδὲ ἐϕυλάξατε νόμον
οὐδὲ κατὰ τὴν βουλὴν τοῦ ϑεοῦ ἐπορεύϑητε.
Verse: 5 
ϕρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν,
ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται.
Verse: 6 
γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους,
δυνατοὶ δὲ δυνατῶς ἐτασϑήσονται·
Verse: 7 
οὐ γὰρ ὑποστελεῖται πρόσωπον πάντων δεσπότης
οὐδὲ ἐντραπήσεται μέγεϑος,
ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν
ὁμοίως τε προνοεῖ περὶ πάντων,
Verse: 8 
τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐϕίσταται ἔρευνα.
Verse: 9 
πρὸς ὑμᾶς οὖν, τύραννοι, οἱ λόγοι μου,
ἵνα μάϑητε σοϕίαν καὶ μὴ παραπέσητε·
Verse: 10 
οἱ γὰρ ϕυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωϑήσονται,
καὶ οἱ διδαχϑέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.
Verse: 11 
ἐπιϑυμήσατε οὖν τῶν λόγων μου,
ποϑήσατε καὶ παιδευϑήσεσϑε.
Verse: 12 
Λαμπρὰ καὶ ἀμάραντός ἐστιν σοϕία
καὶ εὐχερῶς ϑεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν
καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν,
Verse: 13 
ϕϑάνει τοὺς ἐπιϑυμοῦντας προγνωσϑῆναι.
Verse: 14 
ὀρϑρίσας πρὸς αὐτὴν οὐ κοπιάσει·
πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.
Verse: 15 
τὸ γὰρ ἐνϑυμηϑῆναι περὶ αὐτῆς ϕρονήσεως τελειότης,
καὶ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται·
Verse: 16 
ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα
καὶ ἐν ταῖς τρίβοις ϕαντάζεται αὐτοῖς εὐμενῶς
καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς.
Verse: 17 
ἀρχὴ γὰρ αὐτῆς ἀληϑεστάτη παιδείας ἐπιϑυμία,
ϕροντὶς δὲ παιδείας ἀγάπη,
Verse: 18 
ἀγάπη δὲ τήρησις νόμων αὐτῆς,
προσοχὴ δὲ νόμων βεβαίωσις ἀϕϑαρσίας,
Verse: 19 
ἀϕϑαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ ϑεοῦ·
Verse: 20 
ἐπιϑυμία ἄρα σοϕίας ἀνάγει ἐπὶ βασιλείαν.
Verse: 21 
εἰ οὖν ἥδεσϑε ἐπὶ ϑρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν,
τιμήσατε σοϕίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Verse: 22 
τί δέ ἐστιν σοϕία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ
καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια,
ἀλλὰ ἀπ' ἀρχῆς γενέσεως ἐξιχνιάσω
καὶ ϑήσω εἰς τὸ ἐμϕανὲς τὴν γνῶσιν αὐτῆς
καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήϑειαν.
Verse: 23 
οὔτε μὴν ϕϑόνῳ τετηκότι συνοδεύσω,
ὅτι οὗτος οὐ κοινωνήσει σοϕίᾳ.
Verse: 24 
πλῆϑος δὲ σοϕῶν σωτηρία κόσμου,
καὶ βασιλεὺς ϕρόνιμος εὐστάϑεια δήμου.
Verse: 25 
ὥστε παιδεύεσϑε τοῖς ῥήμασίν μου, καὶ ὠϕεληϑήσεσϑε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.