TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 838
Previous part

Chapter: 7 
Verse: 1  Εἰμὶ μὲν κἀγὼ ϑνητὸς ἄνϑρωπος ἴσος ἅπασιν
καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου·
καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύϕην σὰρξ
Verse: 2 
δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι
ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελϑούσης.
Verse: 3 
καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα
καὶ ἐπὶ τὴν ὁμοιοπαϑῆ κατέπεσον γῆν
πρώτην ϕωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων·
Verse: 4 
ἐν σπαργάνοις ἀνετράϕην καὶ ϕροντίσιν.
Verse: 5 
οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν,
Verse: 6 
μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση.
Verse: 7 
διὰ τοῦτο εὐξάμην, καὶ ϕρόνησις ἐδόϑη μοι·
ἐπεκαλεσάμην, καὶ ἦλϑέν μοι πνεῦμα σοϕίας.
Verse: 8 
προέκρινα αὐτὴν σκήπτρων καὶ ϑρόνων
καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς·
Verse: 9 
οὐδὲ ὡμοίωσα αὐτῇ λίϑον ἀτίμητον,
ὅτι πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη,
καὶ ὡς πηλὸς λογισϑήσεται ἄργυρος ἐναντίον αὐτῆς·
Verse: 10 
ὑπὲρ ὑγίειαν καὶ εὐμορϕίαν ἠγάπησα αὐτὴν
καὶ προειλόμην αὐτὴν ἀντὶ ϕωτὸς ἔχειν,
ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης ϕέγγος.
Verse: 11 
ἦλϑεν δέ μοι τὰ ἀγαϑὰ ὁμοῦ πάντα μετ' αὐτῆς
καὶ ἀναρίϑμητος πλοῦτος ἐν χερσὶν αὐτῆς·
Verse: 12 
εὐϕράνϑην δὲ ἐπὶ πᾶσιν, ὅτι αὐτῶν ἡγεῖται σοϕία,
ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων.
Verse: 13 
ἀδόλως τε ἔμαϑον ἀϕϑόνως τε μεταδίδωμι,
τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι·
Verse: 14 
ἀνεκλιπὴς γὰρ ϑησαυρός ἐστιν ἀνϑρώποις,
ὃν οἱ κτησάμενοι πρὸς ϑεὸν ἐστείλαντο ϕιλίαν
διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταϑέντες.
Verse: 15 
᾽Εμοὶ δὲ δῴη ϑεὸς εἰπεῖν κατὰ γνώμην
καὶ ἐνϑυμηϑῆναι ἀξίως τῶν δεδομένων,
ὅτι αὐτὸς καὶ τῆς σοϕίας ὁδηγός ἐστιν
καὶ τῶν σοϕῶν διορϑωτής.
Verse: 16 
ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν
πᾶσά τε ϕρόνησις καὶ ἐργατειῶν ἐπιστήμη.
Verse: 17 
αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ
εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων,
Verse: 18 
ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων,
τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν,
Verse: 19 
ἐνιαυτοῦ κύκλους καὶ ἄστρων ϑέσεις,
Verse: 20 
ϕύσεις ζῴων καὶ ϑυμοὺς ϑηρίων,
πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνϑρώπων,
διαϕορὰς ϕυτῶν καὶ δυνάμεις ῥιζῶν,
Verse: 21 
ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμϕανῆ ἔγνων·
γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοϕία.
Verse: 22 
῎Εστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον,
μονογενές, πολυμερές, λεπτόν,
εὐκίνητον, τρανόν, ἀμόλυντον,
σαϕές, ἀπήμαντον, ϕιλάγαϑον, ὀξύ,
Verse: 23 
ἀκώλυτον, εὐεργετικόν, ϕιλάνϑρωπον,
βέβαιον, ἀσϕαλές, ἀμέριμνον,
παντοδύναμον, πανεπίσκοπον
καὶ διὰ πάντων χωροῦν πνευμάτων
νοερῶν καϑαρῶν λεπτοτάτων.
Verse: 24 
πάσης γὰρ κινήσεως κινητικώτερον σοϕία,
διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καϑαρότητα·
Verse: 25 
ἀτμὶς γάρ ἐστιν τῆς τοῦ ϑεοῦ δυνάμεως
καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής·
διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.
Verse: 26 
ἀπαύγασμα γάρ ἐστιν ϕωτὸς ἀιδίου
καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ ϑεοῦ ἐνεργείας
καὶ εἰκὼν τῆς ἀγαϑότητος αὐτοῦ.
Verse: 27 
μία δὲ οὖσα πάντα δύναται
καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει
καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα
ϕίλους ϑεοῦ καὶ προϕήτας κατασκευάζει·
Verse: 28 
οὐϑὲν γὰρ ἀγαπᾷ ϑεὸς εἰ μὴ τὸν σοϕίᾳ συνοικοῦντα.
Verse: 29 
ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου
καὶ ὑπὲρ πᾶσαν ἄστρων ϑέσιν.
ϕωτὶ συγκρινομένη εὑρίσκεται προτέρα·
Verse: 30 
τοῦτο μὲν γὰρ διαδέχεται νύξ,
σοϕίας δὲ οὐ κατισχύει κακία.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.