TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 839
Chapter: 8
Verse: 1
διατείνει
δὲ
ἀπὸ
πέρατος
ἐπὶ
πέρας
εὐρώστως
καὶ
διοικεῖ
τὰ
πάντα
χρηστῶς
.
Verse: 2
Ταύτην
ἐϕίλησα
καὶ
ἐξεζήτησα
ἐκ
νεότητός
μου
καὶ
ἐζήτησα
νύμϕην
ἀγαγέσϑαι
ἐμαυτῷ
καὶ
ἐραστὴς
ἐγενόμην
τοῦ
κάλλους
αὐτῆς
.
Verse: 3
εὐγένειαν
δοξάζει
συμβίωσιν
ϑεοῦ
ἔχουσα
,
καὶ
ὁ
πάντων
δεσπότης
ἠγάπησεν
αὐτήν
·
Verse: 4
μύστις
γάρ
ἐστιν
τῆς
τοῦ
ϑεοῦ
ἐπιστήμης
καὶ
αἱρετὶς
τῶν
ἔργων
αὐτοῦ
.
Verse: 5
εἰ
δὲ
πλοῦτός
ἐστιν
ἐπιϑυμητὸν
κτῆμα
ἐν
βίῳ
,
τί
σοϕίας
πλουσιώτερον
τῆς
τὰ
πάντα
ἐργαζομένης
;
Verse: 6
εἰ
δὲ
ϕρόνησις
ἐργάζεται
,
τίς
αὐτῆς
τῶν
ὄντων
μᾶλλόν
ἐστιν
τεχνῖτις
;
Verse: 7
καὶ
εἰ
δικαιοσύνην
ἀγαπᾷ
τις
,
οἱ
πόνοι
ταύτης
εἰσὶν
ἀρεταί
·
σωϕροσύνην
γὰρ
καὶ
ϕρόνησιν
ἐκδιδάσκει
,
δικαιοσύνην
καὶ
ἀνδρείαν
,
ὧν
χρησιμώτερον
οὐδέν
ἐστιν
ἐν
βίῳ
ἀνϑρώποις
.
Verse: 8
εἰ
δὲ
καὶ
πολυπειρίαν
ποϑεῖ
τις
,
οἶδεν
τὰ
ἀρχαῖα
καὶ
τὰ
μέλλοντα
εἰκάζει
,
ἐπίσταται
στροϕὰς
λόγων
καὶ
λύσεις
αἰνιγμάτων
,
σημεῖα
καὶ
τέρατα
προγινώσκει
καὶ
ἐκβάσεις
καιρῶν
καὶ
χρόνων
.
Verse: 9
ἔκρινα
τοίνυν
ταύτην
ἀγαγέσϑαι
πρὸς
συμβίωσιν
εἰδὼς
ὅτι
ἔσται
μοι
σύμβουλος
ἀγαϑῶν
καὶ
παραίνεσις
ϕροντίδων
καὶ
λύπης
.
Verse: 10
ἕξω
δι
'
αὐτὴν
δόξαν
ἐν
ὄχλοις
καὶ
τιμὴν
παρὰ
πρεσβυτέροις
ὁ
νέος
·
Verse: 11
ὀξὺς
εὑρεϑήσομαι
ἐν
κρίσει
καὶ
ἐν
ὄψει
δυναστῶν
ϑαυμασϑήσομαι
·
Verse: 12
σιγῶντά
με
περιμενοῦσιν
καὶ
ϕϑεγγομένῳ
προσέξουσιν
καὶ
λαλοῦντος
ἐπὶ
πλεῖον
χεῖρα
ἐπιϑήσουσιν
ἐπὶ
στόμα
αὐτῶν
.
Verse: 13
ἕξω
δι
'
αὐτὴν
ἀϑανασίαν
καὶ
μνήμην
αἰώνιον
τοῖς
μετ
'
ἐμὲ
ἀπολείψω
.
Verse: 14
διοικήσω
λαούς
,
καὶ
ἔϑνη
ὑποταγήσεταί
μοι
·
Verse: 15
ϕοβηϑήσονταί
με
ἀκούσαντες
τύραννοι
ϕρικτοί
,
ἐν
πλήϑει
ϕανοῦμαι
ἀγαϑὸς
καὶ
ἐν
πολέμῳ
ἀνδρεῖος
.
Verse: 16
εἰσελϑὼν
εἰς
τὸν
οἶκόν
μου
προσαναπαύσομαι
αὐτῇ
·
οὐ
γὰρ
ἔχει
πικρίαν
ἡ
συναναστροϕὴ
αὐτῆς
οὐδὲ
ὀδύνην
ἡ
συμβίωσις
αὐτῆς
,
ἀλλὰ
εὐϕροσύνην
καὶ
χαράν
.
Verse: 17
ταῦτα
λογισάμενος
ἐν
ἐμαυτῷ
καὶ
ϕροντίσας
ἐν
καρδίᾳ
μου
ὅτι
ἀϑανασία
ἐστὶν
ἐν
συγγενείᾳ
σοϕίας
Verse: 18
καὶ
ἐν
ϕιλίᾳ
αὐτῆς
τέρψις
ἀγαϑὴ
καὶ
ἐν
πόνοις
χειρῶν
αὐτῆς
πλοῦτος
ἀνεκλιπὴς
καὶ
ἐν
συγγυμνασίᾳ
ὁμιλίας
αὐτῆς
ϕρόνησις
καὶ
εὔκλεια
ἐν
κοινωνίᾳ
λόγων
αὐτῆς
,
περιῄειν
ζητῶν
ὅπως
λάβω
αὐτὴν
εἰς
ἐμαυτόν
.
Verse: 19
παῖς
δὲ
ἤμην
εὐϕυὴς
ψυχῆς
τε
ἔλαχον
ἀγαϑῆς
,
Verse: 20
μᾶλλον
δὲ
ἀγαϑὸς
ὢν
ἦλϑον
εἰς
σῶμα
ἀμίαντον
.
Verse: 21
γνοὺς
δὲ
ὅτι
οὐκ
ἄλλως
ἔσομαι
ἐγκρατής
,
ἐὰν
μὴ
ὁ
ϑεὸς
δῷ
καὶ
τοῦτο
δ
'
ἦν
ϕρονήσεως
τὸ
εἰδέναι
τίνος
ἡ
χάρις
,
ἐνέτυχον
τῷ
κυρίῳ
καὶ
ἐδεήϑην
αὐτοῦ
καὶ
εἶπον
ἐξ
ὅλης
τῆς
καρδίας
μου
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.