TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 839
Previous part

Chapter: 8 
Verse: 1  διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως
καὶ διοικεῖ τὰ πάντα χρηστῶς.
Verse: 2 
Ταύτην ἐϕίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου
καὶ ἐζήτησα νύμϕην ἀγαγέσϑαι ἐμαυτῷ
καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς.
Verse: 3 
εὐγένειαν δοξάζει συμβίωσιν ϑεοῦ ἔχουσα,
καὶ πάντων δεσπότης ἠγάπησεν αὐτήν·
Verse: 4 
μύστις γάρ ἐστιν τῆς τοῦ ϑεοῦ ἐπιστήμης
καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ.
Verse: 5 
εἰ δὲ πλοῦτός ἐστιν ἐπιϑυμητὸν κτῆμα ἐν βίῳ,
τί σοϕίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης;
Verse: 6 
εἰ δὲ ϕρόνησις ἐργάζεται,
τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις;
Verse: 7 
καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις,
οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί·
σωϕροσύνην γὰρ καὶ ϕρόνησιν ἐκδιδάσκει,
δικαιοσύνην καὶ ἀνδρείαν,
ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνϑρώποις.
Verse: 8 
εἰ δὲ καὶ πολυπειρίαν ποϑεῖ τις,
οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει,
ἐπίσταται στροϕὰς λόγων καὶ λύσεις αἰνιγμάτων,
σημεῖα καὶ τέρατα προγινώσκει
καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων.
Verse: 9 
ἔκρινα τοίνυν ταύτην ἀγαγέσϑαι πρὸς συμβίωσιν
εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαϑῶν
καὶ παραίνεσις ϕροντίδων καὶ λύπης.
Verse: 10 
ἕξω δι' αὐτὴν δόξαν ἐν ὄχλοις
καὶ τιμὴν παρὰ πρεσβυτέροις νέος·
Verse: 11 
ὀξὺς εὑρεϑήσομαι ἐν κρίσει
καὶ ἐν ὄψει δυναστῶν ϑαυμασϑήσομαι·
Verse: 12 
σιγῶντά με περιμενοῦσιν καὶ ϕϑεγγομένῳ προσέξουσιν
καὶ λαλοῦντος ἐπὶ πλεῖον
χεῖρα ἐπιϑήσουσιν ἐπὶ στόμα αὐτῶν.
Verse: 13 
ἕξω δι' αὐτὴν ἀϑανασίαν
καὶ μνήμην αἰώνιον τοῖς μετ' ἐμὲ ἀπολείψω.
Verse: 14 
διοικήσω λαούς, καὶ ἔϑνη ὑποταγήσεταί μοι·
Verse: 15 
ϕοβηϑήσονταί με ἀκούσαντες τύραννοι ϕρικτοί,
ἐν πλήϑει ϕανοῦμαι ἀγαϑὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος.
Verse: 16 
εἰσελϑὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ·
οὐ γὰρ ἔχει πικρίαν συναναστροϕὴ αὐτῆς
οὐδὲ ὀδύνην συμβίωσις αὐτῆς,
ἀλλὰ εὐϕροσύνην καὶ χαράν.
Verse: 17 
ταῦτα λογισάμενος ἐν ἐμαυτῷ
καὶ ϕροντίσας ἐν καρδίᾳ μου
ὅτι ἀϑανασία ἐστὶν ἐν συγγενείᾳ σοϕίας
Verse: 18 
καὶ ἐν ϕιλίᾳ αὐτῆς τέρψις ἀγαϑὴ
καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς
καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς ϕρόνησις
καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς,
περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.
Verse: 19 
παῖς δὲ ἤμην εὐϕυὴς
ψυχῆς τε ἔλαχον ἀγαϑῆς,
Verse: 20 
μᾶλλον δὲ ἀγαϑὸς ὢν ἦλϑον εἰς σῶμα ἀμίαντον.
Verse: 21 
γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής, ἐὰν μὴ ϑεὸς δῷ
καὶ τοῦτο δ' ἦν ϕρονήσεως τὸ εἰδέναι τίνος χάρις ,
ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήϑην αὐτοῦ
καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.