TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 966
Previous part

Book: Soph._(Zeph.) 
ΣΟΦΟΝΙΑΣ


Chapter: 1 
Verse: 1    Λόγος κυρίου, ὃς ἐγενήϑη πρὸς Σοϕονιαν τὸν τοῦ Χουσι υἱὸν Γοδολιου τοῦ Αμαριου τοῦ Εζεκιου ἐν ἡμέραις Ιωσιου υἱοῦ Αμων βασιλέως Ιουδα.
Verse: 2    
᾽Εκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τῆς γῆς, λέγει κύριος,
Verse: 3    
ἐκλιπέτω ἄνϑρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχϑύες τῆς ϑαλάσσης, καὶ ἐξαρῶ τοὺς ἀνϑρώπους ἀπὸ προσώπου τῆς γῆς, λέγει κύριος.
Verse: 4    
καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βααλ καὶ τὰ ὀνόματα τῶν ἱερέων
Verse: 5    
καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ κυρίου καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν
Verse: 6    
καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ κυρίου καὶ τοὺς μὴ ζητήσαντας τὸν κύριον καὶ τοὺς μὴ ἀντεχομένους τοῦ κυρίου.
Verse: 7    
Εὐλαβεῖσϑε ἀπὸ προσώπου κυρίου τοῦ ϑεοῦ, δίοτι ἐγγὺς ἡμέρα τοῦ κυρίου, ὅτι ἡτοίμακεν κύριος τὴν ϑυσίαν αὐτοῦ, ἡγίακεν τοὺς κλητοὺς αὐτοῦ.
Verse: 8    
καὶ ἔσται ἐν ἡμέρᾳ ϑυσίας κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια·
Verse: 9    
καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμϕανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον κυρίου τοῦ ϑεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου.
Verse: 10    
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ϕωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.
Verse: 11    
ϑρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώϑη πᾶς λαὸς Χανααν, ἐξωλεϑρεύϑησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.
Verse: 12    
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐξερευνήσω τὴν Ιερουσαλημ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταϕρονοῦντας ἐπὶ τὰ ϕυλάγματα αὐτῶν, οἱ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαϑοποιήσῃ κύριος οὐδ' οὐ μὴ κακώσῃ,
Verse: 13    
καὶ ἔσται δύναμις αὐτῶν εἰς διαρπαγὴν καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀϕανισμόν, καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς καὶ καταϕυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν.
Verse: 14    
῞Οτι ἐγγὺς ἡμέρα κυρίου μεγάλη, ἐγγὺς καὶ ταχεῖα σϕόδρα· ϕωνὴ ἡμέρας κυρίου πικρὰ καὶ σκληρά, τέτακται δυνατή.
Verse: 15    
ἡμέρα ὀργῆς ἡμέρα ἐκείνη, ἡμέρα ϑλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀϕανισμοῦ, ἡμέρα σκότους καὶ γνόϕου, ἡμέρα νεϕέλης καὶ ὁμίχλης,
Verse: 16    
ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.
Verse: 17    
καὶ ἐκϑλίψω τοὺς ἀνϑρώπους, καὶ πορεύσονται ὡς τυϕλοί, ὅτι τῷ κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα.
Verse: 18    
καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσϑαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου, καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωϑήσεται πᾶσα γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.