TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 967
Previous part

Chapter: 2 
Verse: 1    Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον,
Verse: 2    
πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐϕ' ὑμᾶς ὀργὴν κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐϕ' ὑμᾶς ἡμέραν θυμοῦ κυρίου.
Verse: 3    
ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνεσθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς κυρίου.
Verse: 4    
Διότι Γάζα διηρπασμένη ἔσται, καὶ ᾽Ασκαλὼν ἔσται εἰς ἀϕανισμόν, καὶ ῎Αζωτος μεσημβρίας ἐκριϕήσεται, καὶ Ακκαρων ἐκριζωθήσεται.
Verse: 5    
οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος κυρίου ἐϕ' ὑμᾶς, Χανααν γῆ ἀλλοϕύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας·
Verse: 6    
καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων,
Verse: 7    
καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ιουδα· ἐπ' αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις ᾽Ασκαλῶνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ιουδα, ὅτι ἐπέσκεπται αὐτοὺς κύριος θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν.
Verse: 8    
῎Ηκουσα ὀνειδισμοὺς Μωαβ καὶ κονδυλισμοὺς υἱῶν Αμμων, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου.
Verse: 9    
διὰ τοῦτο ζῶ ἐγώ, λέγει κύριος τῶν δυνάμεων θεὸς Ισραηλ, διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠϕανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.
Verse: 10    
αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα.
Verse: 11    
ἐπιϕανήσεται κύριος ἐπ' αὐτοὺς καὶ ἐξολεθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.
Verse: 12    
Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομϕαίας μού ἐστε.
Verse: 13    
καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν ᾽Ασσύριον καὶ θήσει τὴν Νινευη εἰς ἀϕανισμὸν ἄνυδρον ὡς ἔρημον·
Verse: 14    
καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς ϕατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία ϕωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς.
Verse: 15    
αὕτη πόλις ϕαυλίστρια κατοικοῦσα ἐπ' ἐλπίδι λέγουσα ἐν καρδίᾳ αὐτῆς ᾽Εγώ εἰμι, καὶ οὐκ ἔστιν μετ' ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀϕανισμόν, νομὴ θηρίων· πᾶς διαπορευόμενος δι' αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.