TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 966
Book: Soph._(Zeph.)
ΣΟΦΟΝΙΑΣ
Chapter: 1
Verse: 1
Λόγος
κυρίου
,
ὃς
ἐγενήθη
πρὸς
Σοϕονιαν
τὸν
τοῦ
Χουσι
υἱὸν
Γοδολιου
τοῦ
Αμαριου
τοῦ
Εζεκιου
ἐν
ἡμέραις
Ιωσιου
υἱοῦ
Αμων
βασιλέως
Ιουδα
.
Verse: 2
᾽Εκλείψει
ἐκλιπέτω
πάντα
ἀπὸ
προσώπου
τῆς
γῆς
,
λέγει
κύριος
,
Verse: 3
ἐκλιπέτω
ἄνθρωπος
καὶ
κτήνη
,
ἐκλιπέτω
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ
καὶ
οἱ
ἰχθύες
τῆς
θαλάσσης
,
καὶ
ἐξαρῶ
τοὺς
ἀνθρώπους
ἀπὸ
προσώπου
τῆς
γῆς
,
λέγει
κύριος
.
Verse: 4
καὶ
ἐκτενῶ
τὴν
χεῖρά
μου
ἐπὶ
Ιουδαν
καὶ
ἐπὶ
πάντας
τοὺς
κατοικοῦντας
Ιερουσαλημ
καὶ
ἐξαρῶ
ἐκ
τοῦ
τόπου
τούτου
τὰ
ὀνόματα
τῆς
Βααλ
καὶ
τὰ
ὀνόματα
τῶν
ἱερέων
Verse: 5
καὶ
τοὺς
προσκυνοῦντας
ἐπὶ
τὰ
δώματα
τῇ
στρατιᾷ
τοῦ
οὐρανοῦ
καὶ
τοὺς
ὀμνύοντας
κατὰ
τοῦ
κυρίου
καὶ
τοὺς
ὀμνύοντας
κατὰ
τοῦ
βασιλέως
αὐτῶν
Verse: 6
καὶ
τοὺς
ἐκκλίνοντας
ἀπὸ
τοῦ
κυρίου
καὶ
τοὺς
μὴ
ζητήσαντας
τὸν
κύριον
καὶ
τοὺς
μὴ
ἀντεχομένους
τοῦ
κυρίου
.
Verse: 7
Εὐλαβεῖσθε
ἀπὸ
προσώπου
κυρίου
τοῦ
θεοῦ
,
δίοτι
ἐγγὺς
ἡ
ἡμέρα
τοῦ
κυρίου
,
ὅτι
ἡτοίμακεν
κύριος
τὴν
θυσίαν
αὐτοῦ
,
ἡγίακεν
τοὺς
κλητοὺς
αὐτοῦ
.
Verse: 8
καὶ
ἔσται
ἐν
ἡμέρᾳ
θυσίας
κυρίου
καὶ
ἐκδικήσω
ἐπὶ
τοὺς
ἄρχοντας
καὶ
ἐπὶ
τὸν
οἶκον
τοῦ
βασιλέως
καὶ
ἐπὶ
πάντας
τοὺς
ἐνδεδυμένους
ἐνδύματα
ἀλλότρια
·
Verse: 9
καὶ
ἐκδικήσω
ἐπὶ
πάντας
ἐμϕανῶς
ἐπὶ
τὰ
πρόπυλα
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
,
τοὺς
πληροῦντας
τὸν
οἶκον
κυρίου
τοῦ
θεοῦ
αὐτῶν
ἀσεβείας
καὶ
δόλου
.
Verse: 10
καὶ
ἔσται
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
,
λέγει
κύριος
,
ϕωνὴ
κραυγῆς
ἀπὸ
πύλης
ἀποκεντούντων
καὶ
ὀλολυγμὸς
ἀπὸ
τῆς
δευτέρας
καὶ
συντριμμὸς
μέγας
ἀπὸ
τῶν
βουνῶν
.
Verse: 11
θρηνήσατε
,
οἱ
κατοικοῦντες
τὴν
κατακεκομμένην
,
ὅτι
ὡμοιώθη
πᾶς
ὁ
λαὸς
Χανααν
,
ἐξωλεθρεύθησαν
πάντες
οἱ
ἐπηρμένοι
ἀργυρίῳ
.
Verse: 12
καὶ
ἔσται
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
ἐξερευνήσω
τὴν
Ιερουσαλημ
μετὰ
λύχνου
καὶ
ἐκδικήσω
ἐπὶ
τοὺς
ἄνδρας
τοὺς
καταϕρονοῦντας
ἐπὶ
τὰ
ϕυλάγματα
αὐτῶν
,
οἱ
λέγοντες
ἐν
ταῖς
καρδίαις
αὐτῶν
Οὐ
μὴ
ἀγαθοποιήσῃ
κύριος
οὐδ
'
οὐ
μὴ
κακώσῃ
,
Verse: 13
καὶ
ἔσται
ἡ
δύναμις
αὐτῶν
εἰς
διαρπαγὴν
καὶ
οἱ
οἶκοι
αὐτῶν
εἰς
ἀϕανισμόν
,
καὶ
οἰκοδομήσουσιν
οἰκίας
καὶ
οὐ
μὴ
κατοικήσουσιν
ἐν
αὐταῖς
καὶ
καταϕυτεύσουσιν
ἀμπελῶνας
καὶ
οὐ
μὴ
πίωσιν
τὸν
οἶνον
αὐτῶν
.
Verse: 14
῞Οτι
ἐγγὺς
ἡ
ἡμέρα
κυρίου
ἡ
μεγάλη
,
ἐγγὺς
καὶ
ταχεῖα
σϕόδρα
·
ϕωνὴ
ἡμέρας
κυρίου
πικρὰ
καὶ
σκληρά
,
τέτακται
δυνατή
.
Verse: 15
ἡμέρα
ὀργῆς
ἡ
ἡμέρα
ἐκείνη
,
ἡμέρα
θλίψεως
καὶ
ἀνάγκης
,
ἡμέρα
ἀωρίας
καὶ
ἀϕανισμοῦ
,
ἡμέρα
σκότους
καὶ
γνόϕου
,
ἡμέρα
νεϕέλης
καὶ
ὁμίχλης
,
Verse: 16
ἡμέρα
σάλπιγγος
καὶ
κραυγῆς
ἐπὶ
τὰς
πόλεις
τὰς
ὀχυρὰς
καὶ
ἐπὶ
τὰς
γωνίας
τὰς
ὑψηλάς
.
Verse: 17
καὶ
ἐκθλίψω
τοὺς
ἀνθρώπους
,
καὶ
πορεύσονται
ὡς
τυϕλοί
,
ὅτι
τῷ
κυρίῳ
ἐξήμαρτον
·
καὶ
ἐκχεεῖ
τὸ
αἷμα
αὐτῶν
ὡς
χοῦν
καὶ
τὰς
σάρκας
αὐτῶν
ὡς
βόλβιτα
.
Verse: 18
καὶ
τὸ
ἀργύριον
αὐτῶν
καὶ
τὸ
χρυσίον
αὐτῶν
οὐ
μὴ
δύνηται
ἐξελέσθαι
αὐτοὺς
ἐν
ἡμέρᾳ
ὀργῆς
κυρίου
,
καὶ
ἐν
πυρὶ
ζήλους
αὐτοῦ
καταναλωθήσεται
πᾶσα
ἡ
γῆ
,
διότι
συντέλειαν
καὶ
σπουδὴν
ποιήσει
ἐπὶ
πάντας
τοὺς
κατοικοῦντας
τὴν
γῆν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.