TITUS
Novum Testamentum graece
Part No. 142
Previous part

Chapter: 7 
Verse: 1    Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνϑρώπῳ γυναικὸς μὴ ἅπτεσϑαι·
Verse: 2    
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
Verse: 3    
τῇ γυναικὶ ἀνὴρ τὴν ὀϕειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ γυνὴ τῷ ἀνδρί.
Verse: 4    
γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἀνήρ· ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ γυνή.
Verse: 5    
μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμϕώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
Verse: 6    
τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν.
Verse: 7    
ϑέλω δὲ πάντας ἀνϑρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ ϑεοῦ, μὲν οὕτως, δὲ οὕτως.
Verse: 8    
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ·
Verse: 9    
εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν γαμῆσαι πυροῦσϑαι.
Verse: 10    
τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισϑῆναι
Verse: 11    
ἐὰν δὲ καὶ χωρισϑῇ, μενέτω ἄγαμος τῷ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναῖκα μὴ ἀϕιέναι.
Verse: 12    
Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ κύριος· εἴ τις ἀδελϕὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀϕιέτω αὐτήν·
Verse: 13    
καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀϕιέτω τὸν ἄνδρα.
Verse: 14    
ἡγίασται γὰρ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται γυνὴ ἄπιστος ἐν τῷ ἀδελϕῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάϑαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
Verse: 15    
εἰ δὲ ἄπιστος χωρίζεται, χωριζέσϑω· οὐ δεδούλωται ἀδελϕὸς ἀδελϕὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ϑεός.
Verse: 16    
τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
Verse: 17    
Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν κύριος, ἕκαστον ὡς κέκληκεν ϑεός, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
Verse: 18    
περιτετμημένος τις ἐκλήϑη; μὴ ἐπισπάσϑω. ἐν ἀκροβυστίᾳ κέκληταί τις; μὴ περιτεμνέσϑω.
Verse: 19    
περιτομὴ οὐδέν ἐστιν, καὶ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν ϑεοῦ.
Verse: 20    
ἕκαστος ἐν τῇ κλήσει ἐκλήϑη ἐν ταύτῃ μενέτω.
Verse: 21    
δοῦλος ἐκλήϑης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύϑερος γενέσϑαι, μᾶλλον χρῆσαι.
Verse: 22    
γὰρ ἐν κυρίῳ κληϑεὶς δοῦλος ἀπελεύϑερος κυρίου ἐστίν· ὁμοίως ἐλεύϑερος κληϑεὶς δοῦλός ἐστιν Χριστοῦ.
Verse: 23    
τιμῆς ἠγοράσϑητε· μὴ γίνεσϑε δοῦλοι ἀνϑρώπων.
Verse: 24    
ἕκαστος ἐν ἐκλήϑη, ἀδελϕοί, ἐν τούτῳ μενέτω παρὰ ϑεῷ.
Verse: 25    
Περὶ δὲ τῶν παρϑένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.
Verse: 26    
Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνϑρώπῳ τὸ οὕτως εἶναι.
Verse: 27    
δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα.
Verse: 28    
ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ παρϑένος, οὐχ ἥμαρτεν. ϑλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν ϕείδομαι.
Verse: 29    
τοῦτο δέ ϕημι, ἀδελϕοί, καιρὸς συνεσταλμένος ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν,
Verse: 30    
καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες,
Verse: 31    
καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
Verse: 32    
ϑέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ·
Verse: 33    
δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί,
Verse: 34    
καὶ μεμέρισται. καὶ γυνὴ ἄγαμος καὶ παρϑένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ἁγία [καὶ] τῷ σώματι καὶ τῷ πνεύματι· δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί.
Verse: 35    
τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμϕορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.
Verse: 36    
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρϑένον αὐτοῦ νομίζει ἐὰν ὑπέρακμος, καὶ οὕτως ὀϕείλει γίνεσϑαι, ϑέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
Verse: 37    
ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου ϑελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρϑένον, καλῶς ποιήσει·
Verse: 38    
ὥστε καὶ γαμίζων τὴν ἑαυτοῦ παρϑένον καλῶς ποιεῖ, καὶ μὴ γαμίζων κρεῖσσον ποιήσει.
Verse: 39    
Γυνὴ δέδεται ἐϕ' ὅσον χρόνον ζῇ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηϑῇ ἀνήρ, ἐλευϑέρα ἐστὶν ϑέλει γαμηϑῆναι, μόνον ἐν κυρίῳ.
Verse: 40    
μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ δὲ κἀγὼ πνεῦμα ϑεοῦ ἔχειν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.