TITUS
Novum Testamentum graece
Part No. 142
Chapter: 7
Verse: 1
Περὶ
δὲ
ὧν
ἐγράψατε
,
καλὸν
ἀνϑρώπῳ
γυναικὸς
μὴ
ἅπτεσϑαι
·
Verse: 2
διὰ
δὲ
τὰς
πορνείας
ἕκαστος
τὴν
ἑαυτοῦ
γυναῖκα
ἐχέτω
,
καὶ
ἑκάστη
τὸν
ἴδιον
ἄνδρα
ἐχέτω
.
Verse: 3
τῇ
γυναικὶ
ὁ
ἀνὴρ
τὴν
ὀϕειλὴν
ἀποδιδότω
,
ὁμοίως
δὲ
καὶ
ἡ
γυνὴ
τῷ
ἀνδρί
.
Verse: 4
ἡ
γυνὴ
τοῦ
ἰδίου
σώματος
οὐκ
ἐξουσιάζει
ἀλλὰ
ὁ
ἀνήρ
·
ὁμοίως
δὲ
καὶ
ὁ
ἀνὴρ
τοῦ
ἰδίου
σώματος
οὐκ
ἐξουσιάζει
ἀλλὰ
ἡ
γυνή
.
Verse: 5
μὴ
ἀποστερεῖτε
ἀλλήλους
,
εἰ
μήτι
ἂν
ἐκ
συμϕώνου
πρὸς
καιρὸν
ἵνα
σχολάσητε
τῇ
προσευχῇ
καὶ
πάλιν
ἐπὶ
τὸ
αὐτὸ
ἦτε
,
ἵνα
μὴ
πειράζῃ
ὑμᾶς
ὁ
Σατανᾶς
διὰ
τὴν
ἀκρασίαν
ὑμῶν
.
Verse: 6
τοῦτο
δὲ
λέγω
κατὰ
συγγνώμην
,
οὐ
κατ
'
ἐπιταγήν
.
Verse: 7
ϑέλω
δὲ
πάντας
ἀνϑρώπους
εἶναι
ὡς
καὶ
ἐμαυτόν
·
ἀλλὰ
ἕκαστος
ἴδιον
ἔχει
χάρισμα
ἐκ
ϑεοῦ
,
ὁ
μὲν
οὕτως
,
ὁ
δὲ
οὕτως
.
Verse: 8
Λέγω
δὲ
τοῖς
ἀγάμοις
καὶ
ταῖς
χήραις
,
καλὸν
αὐτοῖς
ἐὰν
μείνωσιν
ὡς
κἀγώ
·
Verse: 9
εἰ
δὲ
οὐκ
ἐγκρατεύονται
γαμησάτωσαν
,
κρεῖττον
γάρ
ἐστιν
γαμῆσαι
ἢ
πυροῦσϑαι
.
Verse: 10
τοῖς
δὲ
γεγαμηκόσιν
παραγγέλλω
,
οὐκ
ἐγὼ
ἀλλὰ
ὁ
κύριος
,
γυναῖκα
ἀπὸ
ἀνδρὸς
μὴ
χωρισϑῆναι
Verse: 11
ἐὰν
δὲ
καὶ
χωρισϑῇ
,
μενέτω
ἄγαμος
ἢ
τῷ
ἀνδρὶ
καταλλαγήτω
καὶ
ἄνδρα
γυναῖκα
μὴ
ἀϕιέναι
.
Verse: 12
Τοῖς
δὲ
λοιποῖς
λέγω
ἐγώ
,
οὐχ
ὁ
κύριος
·
εἴ
τις
ἀδελϕὸς
γυναῖκα
ἔχει
ἄπιστον
,
καὶ
αὕτη
συνευδοκεῖ
οἰκεῖν
μετ
'
αὐτοῦ
,
μὴ
ἀϕιέτω
αὐτήν
·
Verse: 13
καὶ
γυνὴ
εἴ
τις
ἔχει
ἄνδρα
ἄπιστον
,
καὶ
οὗτος
συνευδοκεῖ
οἰκεῖν
μετ
'
αὐτῆς
,
μὴ
ἀϕιέτω
τὸν
ἄνδρα
.
Verse: 14
ἡγίασται
γὰρ
ὁ
ἀνὴρ
ὁ
ἄπιστος
ἐν
τῇ
γυναικί
,
καὶ
ἡγίασται
ἡ
γυνὴ
ἡ
ἄπιστος
ἐν
τῷ
ἀδελϕῷ
·
ἐπεὶ
ἄρα
τὰ
τέκνα
ὑμῶν
ἀκάϑαρτά
ἐστιν
,
νῦν
δὲ
ἅγιά
ἐστιν
.
Verse: 15
εἰ
δὲ
ὁ
ἄπιστος
χωρίζεται
,
χωριζέσϑω
·
οὐ
δεδούλωται
ὁ
ἀδελϕὸς
ἢ
ἡ
ἀδελϕὴ
ἐν
τοῖς
τοιούτοις
·
ἐν
δὲ
εἰρήνῃ
κέκληκεν
ὑμᾶς
ὁ
ϑεός
.
Verse: 16
τί
γὰρ
οἶδας
,
γύναι
,
εἰ
τὸν
ἄνδρα
σώσεις
;
ἢ
τί
οἶδας
,
ἄνερ
,
εἰ
τὴν
γυναῖκα
σώσεις
;
Verse: 17
Εἰ
μὴ
ἑκάστῳ
ὡς
ἐμέρισεν
ὁ
κύριος
,
ἕκαστον
ὡς
κέκληκεν
ὁ
ϑεός
,
οὕτως
περιπατείτω
·
καὶ
οὕτως
ἐν
ταῖς
ἐκκλησίαις
πάσαις
διατάσσομαι
.
Verse: 18
περιτετμημένος
τις
ἐκλήϑη
;
μὴ
ἐπισπάσϑω
.
ἐν
ἀκροβυστίᾳ
κέκληταί
τις
;
μὴ
περιτεμνέσϑω
.
Verse: 19
ἡ
περιτομὴ
οὐδέν
ἐστιν
,
καὶ
ἡ
ἀκροβυστία
οὐδέν
ἐστιν
,
ἀλλὰ
τήρησις
ἐντολῶν
ϑεοῦ
.
Verse: 20
ἕκαστος
ἐν
τῇ
κλήσει
ᾗ
ἐκλήϑη
ἐν
ταύτῃ
μενέτω
.
Verse: 21
δοῦλος
ἐκλήϑης
;
μή
σοι
μελέτω
·
ἀλλ
'
εἰ
καὶ
δύνασαι
ἐλεύϑερος
γενέσϑαι
,
μᾶλλον
χρῆσαι
.
Verse: 22
ὁ
γὰρ
ἐν
κυρίῳ
κληϑεὶς
δοῦλος
ἀπελεύϑερος
κυρίου
ἐστίν
·
ὁμοίως
ὁ
ἐλεύϑερος
κληϑεὶς
δοῦλός
ἐστιν
Χριστοῦ
.
Verse: 23
τιμῆς
ἠγοράσϑητε
·
μὴ
γίνεσϑε
δοῦλοι
ἀνϑρώπων
.
Verse: 24
ἕκαστος
ἐν
ᾧ
ἐκλήϑη
,
ἀδελϕοί
,
ἐν
τούτῳ
μενέτω
παρὰ
ϑεῷ
.
Verse: 25
Περὶ
δὲ
τῶν
παρϑένων
ἐπιταγὴν
κυρίου
οὐκ
ἔχω
,
γνώμην
δὲ
δίδωμι
ὡς
ἠλεημένος
ὑπὸ
κυρίου
πιστὸς
εἶναι
.
Verse: 26
Νομίζω
οὖν
τοῦτο
καλὸν
ὑπάρχειν
διὰ
τὴν
ἐνεστῶσαν
ἀνάγκην
,
ὅτι
καλὸν
ἀνϑρώπῳ
τὸ
οὕτως
εἶναι
.
Verse: 27
δέδεσαι
γυναικί
;
μὴ
ζήτει
λύσιν
·
λέλυσαι
ἀπὸ
γυναικός
;
μὴ
ζήτει
γυναῖκα
.
Verse: 28
ἐὰν
δὲ
καὶ
γαμήσῃς
,
οὐχ
ἥμαρτες
·
καὶ
ἐὰν
γήμῃ
ἡ
παρϑένος
,
οὐχ
ἥμαρτεν
.
ϑλῖψιν
δὲ
τῇ
σαρκὶ
ἕξουσιν
οἱ
τοιοῦτοι
,
ἐγὼ
δὲ
ὑμῶν
ϕείδομαι
.
Verse: 29
τοῦτο
δέ
ϕημι
,
ἀδελϕοί
,
ὁ
καιρὸς
συνεσταλμένος
ἐστίν
·
τὸ
λοιπὸν
ἵνα
καὶ
οἱ
ἔχοντες
γυναῖκας
ὡς
μὴ
ἔχοντες
ὦσιν
,
Verse: 30
καὶ
οἱ
κλαίοντες
ὡς
μὴ
κλαίοντες
,
καὶ
οἱ
χαίροντες
ὡς
μὴ
χαίροντες
,
καὶ
οἱ
ἀγοράζοντες
ὡς
μὴ
κατέχοντες
,
Verse: 31
καὶ
οἱ
χρώμενοι
τὸν
κόσμον
ὡς
μὴ
καταχρώμενοι
·
παράγει
γὰρ
τὸ
σχῆμα
τοῦ
κόσμου
τούτου
.
Verse: 32
ϑέλω
δὲ
ὑμᾶς
ἀμερίμνους
εἶναι
.
ὁ
ἄγαμος
μεριμνᾷ
τὰ
τοῦ
κυρίου
,
πῶς
ἀρέσῃ
τῷ
κυρίῳ
·
Verse: 33
ὁ
δὲ
γαμήσας
μεριμνᾷ
τὰ
τοῦ
κόσμου
,
πῶς
ἀρέσῃ
τῇ
γυναικί
,
Verse: 34
καὶ
μεμέρισται
.
καὶ
ἡ
γυνὴ
ἡ
ἄγαμος
καὶ
ἡ
παρϑένος
μεριμνᾷ
τὰ
τοῦ
κυρίου
,
ἵνα
ᾖ
ἁγία
[καὶ]
τῷ
σώματι
καὶ
τῷ
πνεύματι
·
ἡ
δὲ
γαμήσασα
μεριμνᾷ
τὰ
τοῦ
κόσμου
,
πῶς
ἀρέσῃ
τῷ
ἀνδρί
.
Verse: 35
τοῦτο
δὲ
πρὸς
τὸ
ὑμῶν
αὐτῶν
σύμϕορον
λέγω
,
οὐχ
ἵνα
βρόχον
ὑμῖν
ἐπιβάλω
,
ἀλλὰ
πρὸς
τὸ
εὔσχημον
καὶ
εὐπάρεδρον
τῷ
κυρίῳ
ἀπερισπάστως
.
Verse: 36
Εἰ
δέ
τις
ἀσχημονεῖν
ἐπὶ
τὴν
παρϑένον
αὐτοῦ
νομίζει
ἐὰν
ᾖ
ὑπέρακμος
,
καὶ
οὕτως
ὀϕείλει
γίνεσϑαι
,
ὃ
ϑέλει
ποιείτω
·
οὐχ
ἁμαρτάνει
·
γαμείτωσαν
.
Verse: 37
ὃς
δὲ
ἕστηκεν
ἐν
τῇ
καρδίᾳ
αὐτοῦ
ἑδραῖος
,
μὴ
ἔχων
ἀνάγκην
,
ἐξουσίαν
δὲ
ἔχει
περὶ
τοῦ
ἰδίου
ϑελήματος
,
καὶ
τοῦτο
κέκρικεν
ἐν
τῇ
ἰδίᾳ
καρδίᾳ
,
τηρεῖν
τὴν
ἑαυτοῦ
παρϑένον
,
καλῶς
ποιήσει
·
Verse: 38
ὥστε
καὶ
ὁ
γαμίζων
τὴν
ἑαυτοῦ
παρϑένον
καλῶς
ποιεῖ
,
καὶ
ὁ
μὴ
γαμίζων
κρεῖσσον
ποιήσει
.
Verse: 39
Γυνὴ
δέδεται
ἐϕ
'
ὅσον
χρόνον
ζῇ
ὁ
ἀνὴρ
αὐτῆς
·
ἐὰν
δὲ
κοιμηϑῇ
ὁ
ἀνήρ
,
ἐλευϑέρα
ἐστὶν
ᾧ
ϑέλει
γαμηϑῆναι
,
μόνον
ἐν
κυρίῳ
.
Verse: 40
μακαριωτέρα
δέ
ἐστιν
ἐὰν
οὕτως
μείνῃ
,
κατὰ
τὴν
ἐμὴν
γνώμην
,
δοκῶ
δὲ
κἀγὼ
πνεῦμα
ϑεοῦ
ἔχειν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.