TITUS
Novum Testamentum graece
Part No. 144
Chapter: 9
Verse: 1
Οὐκ
εἰμὶ
ἐλεύϑερος
;
οὐκ
εἰμὶ
ἀπόστολος
;
οὐχὶ
᾽Ιησοῦν
τὸν
κύριον
ἡμῶν
ἑώρακα
;
οὐ
τὸ
ἔργον
μου
ὑμεῖς
ἐστε
ἐν
κυρίῳ
;
Verse: 2
εἰ
ἄλλοις
οὐκ
εἰμὶ
ἀπόστολος
,
ἀλλά
γε
ὑμῖν
εἰμι
·
ἡ
γὰρ
σϕραγίς
μου
τῆς
ἀποστολῆς
ὑμεῖς
ἐστε
ἐν
κυρίῳ
.
Verse: 3
῾Η
ἐμὴ
ἀπολογία
τοῖς
ἐμὲ
ἀνακρίνουσίν
ἐστιν
αὕτη
.
Verse: 4
μὴ
οὐκ
ἔχομεν
ἐξουσίαν
ϕαγεῖν
καὶ
πεῖν
;
Verse: 5
μὴ
οὐκ
ἔχομεν
ἐξουσίαν
ἀδελϕὴν
γυναῖκα
περιάγειν
,
ὡς
καὶ
οἱ
λοιποὶ
ἀπόστολοι
καὶ
οἱ
ἀδελϕοὶ
τοῦ
κυρίου
καὶ
Κηϕᾶς
;
Verse: 6
ἢ
μόνος
ἐγὼ
καὶ
Βαρναβᾶς
οὐκ
ἔχομεν
ἐξουσίαν
μὴ
ἐργάζεσϑαι
;
Verse: 7
τίς
στρατεύεται
ἰδίοις
ὀψωνίοις
ποτέ
;
τίς
ϕυτεύει
ἀμπελῶνα
καὶ
τὸν
καρπὸν
αὐτοῦ
οὐκ
ἐσϑίει
;
ἢ
τίς
ποιμαίνει
ποίμνην
καὶ
ἐκ
τοῦ
γάλακτος
τῆς
ποίμνης
οὐκ
ἐσϑίει
;
Verse: 8
Μὴ
κατὰ
ἄνϑρωπον
ταῦτα
λαλῶ
,
ἢ
καὶ
ὁ
νόμος
ταῦτα
οὐ
λέγει
;
Verse: 9
ἐν
γὰρ
τῷ
Μωϋσέως
νόμῳ
γέγραπται
,
Οὐ
κημώσεις
βοῦν
ἀλοῶντα
.μὴ
τῶν
βοῶν
μέλει
τῷ
ϑεῷ
;
Verse: 10
ἢ
δι
'
ἡμᾶς
πάντως
λέγει
;
δι
'
ἡμᾶς
γὰρ
ἐγράϕη
,
ὅτι
ὀϕείλει
ἐπ
'
ἐλπίδι
ὁ
ἀροτριῶν
ἀροτριᾶν
,
καὶ
ὁ
ἀλοῶν
ἐπ
'
ἐλπίδι
τοῦ
μετέχειν
.
Verse: 11
εἰ
ἡμεῖς
ὑμῖν
τὰ
πνευματικὰ
ἐσπείραμεν
,
μέγα
εἰ
ἡμεῖς
ὑμῶν
τὰ
σαρκικὰ
ϑερίσομεν
;
Verse: 12
εἰ
ἄλλοι
τῆς
ὑμῶν
ἐξουσίας
μετέχουσιν
,
οὐ
μᾶλλον
ἡμεῖς
;
᾽Αλλ
'
οὐκ
ἐχρησάμεϑα
τῇ
ἐξουσίᾳ
ταύτῃ
,
ἀλλὰ
πάντα
στέγομεν
ἵνα
μή
τινα
ἐγκοπὴν
δῶμεν
τῷ
εὐαγγελίῳ
τοῦ
Χριστοῦ
.
Verse: 13
οὐκ
οἴδατε
ὅτι
οἱ
τὰ
ἱερὰ
ἐργαζόμενοι
[τὰ]
ἐκ
τοῦ
ἱεροῦ
ἐσϑίουσιν
,
οἱ
τῷ
ϑυσιαστηρίῳ
παρεδρεύοντες
τῷ
ϑυσιαστηρίῳ
συμμερίζονται
;
Verse: 14
οὕτως
καὶ
ὁ
κύριος
διέταξεν
τοῖς
τὸ
εὐαγγέλιον
καταγγέλλουσιν
ἐκ
τοῦ
εὐαγγελίου
ζῆν
.
Verse: 15
ἐγὼ
δὲ
οὐ
κέχρημαι
οὐδενὶ
τούτων
.
οὐκ
ἔγραψα
δὲ
ταῦτα
ἵνα
οὕτως
γένηται
ἐν
ἐμοί
,
καλὸν
γάρ
μοι
μᾶλλον
ἀποϑανεῖν
ἤ
τὸ
καύχημά
μου
οὐδεὶς
κενώσει
.
Verse: 16
ἐὰν
γὰρ
εὐαγγελίζωμαι
,
οὐκ
ἔστιν
μοι
καύχημα
·
ἀνάγκη
γάρ
μοι
ἐπίκειται
·
οὐαὶ
γάρ
μοί
ἐστιν
ἐὰν
μὴ
εὐαγγελίσωμαι
.
Verse: 17
εἰ
γὰρ
ἑκὼν
τοῦτο
πράσσω
,
μισϑὸν
ἔχω
·
εἰ
δὲ
ἄκων
,
οἰκονομίαν
πεπίστευμαι
.
Verse: 18
τίς
οὖν
μού
ἐστιν
ὁ
μισϑός
;
ἵνα
εὐαγγελιζόμενος
ἀδάπανον
ϑήσω
τὸ
εὐαγγέλιον
,
εἰς
τὸ
μὴ
καταχρήσασϑαι
τῇ
ἐξουσίᾳ
μου
ἐν
τῷ
εὐαγγελίῳ
.
Verse: 19
᾽Ελεύϑερος
γὰρ
ὢν
ἐκ
πάντων
πᾶσιν
ἐμαυτὸν
ἐδούλωσα
,
ἵνα
τοὺς
πλείονας
κερδήσω
·
Verse: 20
καὶ
ἐγενόμην
τοῖς
᾽Ιουδαίοις
ὡς
᾽Ιουδαῖος
,
ἵνα
᾽Ιουδαίους
κερδήσω
·
τοῖς
ὑπὸ
νόμον
ὡς
ὑπὸ
νόμον
,
μὴ
ὢν
αὐτὸς
ὑπὸ
νόμον
,
ἵνα
τοὺς
ὑπὸ
νόμον
κερδήσω
·
Verse: 21
τοῖς
ἀνόμοις
ὡς
ἄνομος
,
μὴ
ὢν
ἄνομος
ϑεοῦ
ἀλλ
'
ἔννομος
Χριστοῦ
,
ἵνα
κερδάνω
τοὺς
ἀνόμους
·
Verse: 22
ἐγενόμην
τοῖς
ἀσϑενέσιν
ἀσϑενής
,
ἵνα
τοὺς
ἀσϑενεῖς
κερδήσω
·
τοῖς
πᾶσιν
γέγονα
πάντα
,
ἵνα
πάντως
τινὰς
σώσω
.
Verse: 23
πάντα
δὲ
ποιῶ
διὰ
τὸ
εὐαγγέλιον
,
ἵνα
συγκοινωνὸς
αὐτοῦ
γένωμαι
.
Verse: 24
Οὐκ
οἴδατε
ὅτι
οἱ
ἐν
σταδίῳ
τρέχοντες
πάντες
μὲν
τρέχουσιν
,
εἷς
δὲ
λαμβάνει
τὸ
βραβεῖον
;
οὕτως
τρέχετε
ἵνα
καταλάβητε
.
Verse: 25
πᾶς
δὲ
ὁ
ἀγωνιζόμενος
πάντα
ἐγκρατεύεται
,
ἐκεῖνοι
μὲν
οὖν
ἵνα
ϕϑαρτὸν
στέϕανον
λάβωσιν
,
ἡμεῖς
δὲ
ἄϕϑαρτον
.
Verse: 26
ἐγὼ
τοίνυν
οὕτως
τρέχω
ὡς
οὐκ
ἀδήλως
,
οὕτως
πυκτεύω
ὡς
οὐκ
ἀέρα
δέρων
·
Verse: 27
ἀλλὰ
ὑπωπιάζω
μου
τὸ
σῶμα
καὶ
δουλαγωγῶ
,
μή
πως
ἄλλοις
κηρύξας
αὐτὸς
ἀδόκιμος
γένωμαι
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.