TITUS
Novum Testamentum graece
Part No. 144
Previous part

Chapter: 9 
Verse: 1    Οὐκ εἰμὶ ἐλεύϑερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ ᾽Ιησοῦν τὸν κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;
Verse: 2    
εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· γὰρ σϕραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.
Verse: 3    
῾Η ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη.
Verse: 4    
μὴ οὐκ ἔχομεν ἐξουσίαν ϕαγεῖν καὶ πεῖν;
Verse: 5    
μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελϕὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελϕοὶ τοῦ κυρίου καὶ Κηϕᾶς;
Verse: 6    
μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσϑαι;
Verse: 7    
τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς ϕυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσϑίει; τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσϑίει;
Verse: 8    
Μὴ κατὰ ἄνϑρωπον ταῦτα λαλῶ, καὶ νόμος ταῦτα οὐ λέγει;
Verse: 9    
ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται, Οὐ κημώσεις βοῦν ἀλοῶντα.μὴ τῶν βοῶν μέλει τῷ ϑεῷ;
Verse: 10    
δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράϕη, ὅτι ὀϕείλει ἐπ' ἐλπίδι ἀροτριῶν ἀροτριᾶν, καὶ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν.
Verse: 11    
εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ ϑερίσομεν;
Verse: 12    
εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ᾽Αλλ' οὐκ ἐχρησάμεϑα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
Verse: 13    
οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι [τὰ] ἐκ τοῦ ἱεροῦ ἐσϑίουσιν, οἱ τῷ ϑυσιαστηρίῳ παρεδρεύοντες τῷ ϑυσιαστηρίῳ συμμερίζονται;
Verse: 14    
οὕτως καὶ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.
Verse: 15    
ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποϑανεῖν τὸ καύχημά μου οὐδεὶς κενώσει.
Verse: 16    
ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι.
Verse: 17    
εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισϑὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.
Verse: 18    
τίς οὖν μού ἐστιν μισϑός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον ϑήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασϑαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
Verse: 19    
᾽Ελεύϑερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·
Verse: 20    
καὶ ἐγενόμην τοῖς ᾽Ιουδαίοις ὡς ᾽Ιουδαῖος, ἵνα ᾽Ιουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·
Verse: 21    
τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος ϑεοῦ ἀλλ' ἔννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους·
Verse: 22    
ἐγενόμην τοῖς ἀσϑενέσιν ἀσϑενής, ἵνα τοὺς ἀσϑενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω.
Verse: 23    
πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
Verse: 24    
Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε.
Verse: 25    
πᾶς δὲ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα ϕϑαρτὸν στέϕανον λάβωσιν, ἡμεῖς δὲ ἄϕϑαρτον.
Verse: 26    
ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων·
Verse: 27    
ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.