TITUS
Novum Testamentum graece
Part No. 162
Previous part

Chapter: 11 
Verse: 1    ῎Οϕελον ἀνείχεσϑέ μου μικρόν τι ἀϕροσύνης· ἀλλὰ καὶ ἀνέχεσϑέ μου.
Verse: 2    
ζηλῶ γὰρ ὑμᾶς ϑεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρϑένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
Verse: 3    
ϕοβοῦμαι δὲ μή πως, ὡς ὄϕις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, ϕϑαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος [καὶ τῆς ἁγνότητος] τῆς εἰς τὸν Χριστόν.
Verse: 4    
εἰ μὲν γὰρ ἐρχόμενος ἄλλον ᾽Ιησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, πνεῦμα ἕτερον λαμβάνετε οὐκ ἐλάβετε, εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασϑε, καλῶς ἀνέχεσϑε.
Verse: 5    
λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων·
Verse: 6    
εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει, ἀλλ' ἐν παντὶ ϕανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς.
Verse: 7    
῍Η ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωϑῆτε, ὅτι δωρεὰν τὸ τοῦ ϑεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;
Verse: 8    
ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν,
Verse: 9    
καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηϑεὶς οὐ κατενάρκησα οὐϑενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελϕοὶ ἐλϑόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω.
Verse: 10    
ἔστιν ἀλήϑεια Χριστοῦ ἐν ἐμοὶ ὅτι καύχησις αὕτη οὐ ϕραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς ᾽Αχαίας.
Verse: 11    
διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ϑεὸς οἶδεν.
Verse: 12    
῝Ο δὲ ποιῶ καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀϕορμὴν τῶν ϑελόντων ἀϕορμήν, ἵνα ἐν καυχῶνται εὑρεϑῶσιν καϑὼς καὶ ἡμεῖς.
Verse: 13    
οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
Verse: 14    
καὶ οὐ ϑαῦμα, αὐτὸς γὰρ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον ϕωτός·
Verse: 15    
οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
Verse: 16    
Πάλιν λέγω, μή τίς με δόξῃ ἄϕρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄϕρονα δέξασϑέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.
Verse: 17    
λαλῶ οὐ κατὰ κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀϕροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
Verse: 18    
ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι.
Verse: 19    
ἡδέως γὰρ ἀνέχεσϑε τῶν ἀϕρόνων ϕρόνιμοι ὄντες·
Verse: 20    
ἀνέχεσϑε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσϑίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.
Verse: 21    
κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσϑενήκαμεν· ἐν δ' ἄν τις τολμᾷ, ἐν ἀϕροσύνῃ λέγω, τολμῶ κἀγώ.
Verse: 22    
῾Εβραῖοί εἰσιν; κἀγώ. ᾽Ισραηλῖταί εἰσιν; κἀγώ. σπέρμα ᾽Αβραάμ εἰσιν; κἀγώ.
Verse: 23    
διάκονοι Χριστοῦ εἰσιν; παραϕρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν ϕυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν ϑανάτοις πολλάκις·
Verse: 24    
ὑπὸ ᾽Ιουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον,
Verse: 25    
τρὶς ἐραβδίσϑην, ἅπαξ ἐλιϑάσϑην, τρὶς ἐναυάγησα, νυχϑήμερον ἐν τῷ βυϑῷ πεποίηκα·
Verse: 26    
ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐϑνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν ϑαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλϕοις,
Verse: 27    
κόπῳ καὶ μόχϑῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·
Verse: 28    
χωρὶς τῶν παρεκτὸς ἐπίστασίς μοι καϑ' ἡμέραν, μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
Verse: 29    
τίς ἀσϑενεῖ, καὶ οὐκ ἀσϑενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
Verse: 30    
Εἰ καυχᾶσϑαι δεῖ, τὰ τῆς ἀσϑενείας μου καυχήσομαι.
Verse: 31    
ϑεὸς καὶ πατὴρ τοῦ κυρίου ᾽Ιησοῦ οἶδεν, ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
Verse: 32    
ἐν Δαμασκῷ ἐϑνάρχης ῾Αρέτα τοῦ βασιλέως ἐϕρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με,
Verse: 33    
καὶ διὰ ϑυρίδος ἐν σαργάνῃ ἐχαλάσϑην διὰ τοῦ τείχους καὶ ἐξέϕυγον τὰς χεῖρας αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.