TITUS
Novum Testamentum graece
Part No. 163
Previous part

Chapter: 12 
Verse: 1    Καυχᾶσϑαι δεῖ· οὐ συμϕέρον μέν, ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου.
Verse: 2    
οἶδα ἄνϑρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ϑεὸς οἶδεν ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
Verse: 3    
καὶ οἶδα τὸν τοιοῦτον ἄνϑρωπον εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα, ϑεὸς οἶδεν
Verse: 4    
ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα οὐκ ἐξὸν ἀνϑρώπῳ λαλῆσαι.
Verse: 5    
ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσϑενείαις [μου].
Verse: 6    
ἐὰν γὰρ ϑελήσω καυχήσασϑαι, οὐκ ἔσομαι ἄϕρων, ἀλήϑειαν γὰρ ἐρῶ· ϕείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ βλέπει με ἀκούει [τι] ἐξ ἐμοῦ
Verse: 7    
καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. διό, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόϑη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατανᾶ, ἵνα με κολαϕίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.
Verse: 8    
ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ' ἐμοῦ·
Verse: 9    
καὶ εἴρηκέν μοι, ᾽Αρκεῖ σοι χάρις μου· γὰρ δύναμις ἐν ἀσϑενείᾳ τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσϑενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ δύναμις τοῦ Χριστοῦ.
Verse: 10    
διὸ εὐδοκῶ ἐν ἀσϑενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσϑενῶ, τότε δυνατός εἰμι.
Verse: 11    
Γέγονα ἄϕρων· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤϕειλον ὑϕ' ὑμῶν συνίστασϑαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι·
Verse: 12    
τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσϑη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν.
Verse: 13    
τί γάρ ἐστιν ἡσσώϑητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασϑέ μοι τὴν ἀδικίαν ταύτην.
Verse: 14    
᾽Ιδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλϑεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀϕείλει τὰ τέκνα τοῖς γονεῦσιν ϑησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις.
Verse: 15    
ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηϑήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶ, ἧσσον ἀγαπῶμαι;
Verse: 16    
ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον.
Verse: 17    
μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι' αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
Verse: 18    
παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελϕόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
Verse: 19    
Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεϑα; κατέναντι ϑεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
Verse: 20    
ϕοβοῦμαι γὰρ μή πως ἐλϑὼν οὐχ οἵους ϑέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεϑῶ ὑμῖν οἷον οὐ ϑέλετε, μή πως ἔρις, ζῆλος, ϑυμοί, ἐριϑείαι, καταλαλιαί, ψιϑυρισμοί, ϕυσιώσεις, ἀκαταστασίαι·
Verse: 21    
μὴ πάλιν ἐλϑόντος μου ταπεινώσῃ με ϑεός μου πρὸς ὑμᾶς, καὶ πενϑήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαϑαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ἔπραξαν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.