TITUS
Novum Testamentum graece
Part No. 164
Previous part

Chapter: 13 
Verse: 1    ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταϑήσεται πᾶν ῥῆμα.
Verse: 2    
προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλϑω εἰς τὸ πάλιν οὐ ϕείσομαι,
Verse: 3    
ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσϑενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν.
Verse: 4    
καὶ γὰρ ἐσταυρώϑη ἐξ ἀσϑενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως ϑεοῦ. καὶ γὰρ ἡμεῖς ἀσϑενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως ϑεοῦ εἰς ὑμᾶς.
Verse: 5    
῾Εαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Χριστὸς ᾽Ιησοῦς ἐν ὑμῖν; εἰ μήτι ἀδόκιμοί ἐστε.
Verse: 6    
ἐλπίζω δὲ ὅτι γνώσεσϑε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
Verse: 7    
εὐχόμεϑα δὲ πρὸς τὸν ϑεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι ϕανῶμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
Verse: 8    
οὐ γὰρ δυνάμεϑά τι κατὰ τῆς ἀληϑείας, ἀλλὰ ὑπὲρ τῆς ἀληϑείας.
Verse: 9    
χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσϑενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο καὶ εὐχόμεϑα, τὴν ὑμῶν κατάρτισιν.
Verse: 10    
διὰ τοῦτο ταῦτα ἀπὼν γράϕω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν κύριος ἔδωκέν μοι, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καϑαίρεσιν.
Verse: 11    
Λοιπόν, ἀδελϕοί, χαίρετε, καταρτίζεσϑε, παρακαλεῖσϑε, τὸ αὐτὸ ϕρονεῖτε, εἰρηνεύετε, καὶ ϑεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεϑ' ὑμῶν.
Verse: 12    
ἀσπάσασϑε ἀλλήλους ἐν ἁγίῳ ϕιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
Verse: 13    
῾Η χάρις τοῦ κυρίου ᾽Ιησοῦ Χριστοῦ καὶ ἀγάπη τοῦ ϑεοῦ καὶ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.