TITUS
Novum Testamentum graece
Part No. 153
Previous part

Chapter: 2 
Verse: 1    ἔκρινα γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλϑεῖν·
Verse: 2    
εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς εὐϕραίνων με εἰ μὴ λυπούμενος ἐξ ἐμοῦ;
Verse: 3    
καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλϑὼν λύπην σχῶ ἀϕ' ὧν ἔδει με χαίρειν, πεποιϑὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
Verse: 4    
ἐκ γὰρ πολλῆς ϑλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηϑῆτε ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
Verse: 5    
Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς.
Verse: 6    
ἱκανὸν τῷ τοιούτῳ ἐπιτιμία αὕτη ὑπὸ τῶν πλειόνων,
Verse: 7    
ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασϑαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποϑῇ τοιοῦτος.
Verse: 8    
διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην·
Verse: 9    
εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.
Verse: 10    
δέ τι χαρίζεσϑε, κἀγώ· καὶ γὰρ ἐγὼ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι' ὑμᾶς ἐν προσώπῳ Χριστοῦ,
Verse: 11    
ἵνα μὴ πλεονεκτηϑῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
Verse: 12    
᾽Ελϑὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ϑύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ,
Verse: 13    
οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελϕόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλϑον εἰς Μακεδονίαν.
Verse: 14    
Τῷ δὲ ϑεῷ χάρις τῷ πάντοτε ϑριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ ϕανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ·
Verse: 15    
ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ ϑεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις,
Verse: 16    
οἷς μὲν ὀσμὴ ἐκ ϑανάτου εἰς ϑάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός;
Verse: 17    
οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ ϑεοῦ, ἀλλ' ὡς ἐξ εἰλικρινείας, ἀλλ' ὡς ἐκ ϑεοῦ κατέναντι ϑεοῦ ἐν Χριστῷ λαλοῦμεν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.