TITUS
Novum Testamentum graece
Part No. 152
Previous part

Book: 2.Kor. 
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β

Epistola beati Pauli apostoli ad Corinthios secunda




Chapter: 1 
Verse: 1    Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ ϑελήματος ϑεοῦ, καὶ Τιμόϑεος ἀδελϕός, τῇ ἐκκλησίᾳ τοῦ ϑεοῦ τῇ οὔσῃ ἐν Κορίνϑῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ ᾽Αχαίᾳ·
Verse: 2    
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ϑεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ.
Verse: 3    
Εὐλογητὸς ϑεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, πατὴρ τῶν οἰκτιρμῶν καὶ ϑεὸς πάσης παρακλήσεως,
Verse: 4    
παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ ϑλίψει ἡμῶν, εἰς τὸ δύνασϑαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ ϑλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεϑα αὐτοὶ ὑπὸ τοῦ ϑεοῦ·
Verse: 5    
ὅτι καϑὼς περισσεύει τὰ παϑήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ παράκλησις ἡμῶν.
Verse: 6    
εἴτε δὲ ϑλιβόμεϑα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἴτε παρακαλούμεϑα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παϑημάτων ὧν καὶ ἡμεῖς πάσχομεν.
Verse: 7    
καὶ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν, εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παϑημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
Verse: 8    
Οὐ γὰρ ϑέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελϕοί, ὑπὲρ τῆς ϑλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ ᾽Ασίᾳ, ὅτι καϑ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήϑημεν, ὥστε ἐξαπορηϑῆναι ἡμᾶς καὶ τοῦ ζῆν·
Verse: 9    
ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ ϑανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιϑότες ὦμεν ἐϕ' ἑαυτοῖς ἀλλ' ἐπὶ τῷ ϑεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·
Verse: 10    
ὃς ἐκ τηλικούτων ϑανάτων ἐρρύσατο ἡμᾶς καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν καὶ ἔτι ῥύσεται,
Verse: 11    
συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηϑῇ ὑπὲρ ἡμῶν.
Verse: 12    
῾Η γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ τοῦ ϑεοῦ, [καὶ] οὐκ ἐν σοϕίᾳ σαρκικῇ ἀλλ' ἐν χάριτι ϑεοῦ, ἀνεστράϕημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
Verse: 13    
οὐ γὰρ ἄλλα γράϕομεν ὑμῖν ἀλλ' ἀναγινώσκετε καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσϑε,
Verse: 14    
καϑὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καϑάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ᾽Ιησοῦ.
Verse: 15    
Καὶ ταύτῃ τῇ πεποιϑήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλϑεῖν, ἵνα δευτέραν χάριν σχῆτε,
Verse: 16    
καὶ δι' ὑμῶν διελϑεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλϑεῖν πρὸς ὑμᾶς καὶ ὑϕ' ὑμῶν προπεμϕϑῆναι εἰς τὴν ᾽Ιουδαίαν.
Verse: 17    
τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαϕρίᾳ ἐχρησάμην; βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα παρ' ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ;
Verse: 18    
πιστὸς δὲ ϑεὸς ὅτι λόγος ἡμῶν πρὸς ὑμᾶς οὐκ ἔστιν Ναὶ καὶ Οὔ.
Verse: 19    
τοῦ ϑεοῦ γὰρ υἱὸς ᾽Ιησοῦς Χριστὸς ἐν ὑμῖν δι' ἡμῶν κηρυχϑείς, δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοϑέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν.
Verse: 20    
ὅσαι γὰρ ἐπαγγελίαι ϑεοῦ, ἐν αὐτῷ τὸ Ναί· διὸ καὶ δι' αὐτοῦ τὸ ᾽Αμὴν τῷ ϑεῷ πρὸς δόξαν δι' ἡμῶν.
Verse: 21    
δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς ϑεός,
Verse: 22    
καὶ σϕραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
Verse: 23    
᾽Εγὼ δὲ μάρτυρα τὸν ϑεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι ϕειδόμενος ὑμῶν οὐκέτι ἦλϑον εἰς Κόρινϑον.
Verse: 24    
οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.