TITUS
Novum Testamentum graece
Part No. 151
Previous part

Chapter: 16 
Verse: 1    Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
Verse: 2    
κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιϑέτω ϑησαυρίζων τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλϑω τότε λογεῖαι γίνωνται.
Verse: 3    
ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι' ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς ᾽Ιερουσαλήμ·
Verse: 4    
ἐὰν δὲ ἄξιον τοῦ κἀμὲ πορεύεσϑαι, σὺν ἐμοὶ πορεύσονται. /
Verse: 5    
᾽Ελεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλϑω, Μακεδονίαν γὰρ διέρχομαι·
Verse: 6    
πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
Verse: 7    
οὐ ϑέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν κύριος ἐπιτρέψῃ.
Verse: 8    
ἐπιμενῶ δὲ ἐν ᾽Εϕέσῳ ἕως τῆς πεντηκοστῆς·
Verse: 9    
ϑύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
Verse: 10    
᾽Εὰν δὲ ἔλϑῃ Τιμόϑεος, βλέπετε ἵνα ἀϕόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ·
Verse: 11    
μή τις οὖν αὐτὸν ἐξουϑενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλϑῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελϕῶν.
Verse: 12    
Περὶ δὲ ᾽Απολλῶ τοῦ ἀδελϕοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλϑῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελϕῶν· καὶ πάντως οὐκ ἦν ϑέλημα ἵνα νῦν ἔλϑῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
Verse: 13    
Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσϑε, κραταιοῦσϑε·
Verse: 14    
πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσϑω.
Verse: 15    
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελϕοί· οἴδατε τὴν οἰκίαν Στεϕανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς ᾽Αχαίας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
Verse: 16    
ἵνα καὶ ὑμεῖς ὑποτάσσησϑε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
Verse: 17    
χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεϕανᾶ καὶ Φορτουνάτου καὶ ᾽Αχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,
Verse: 18    
ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
Verse: 19    
᾽Ασπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς ᾽Ασίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ ᾽Ακύλας καὶ Πρίσκα σὺν τῇ κατ' οἶκον αὐτῶν ἐκκλησίᾳ.
Verse: 20    
ἀσπάζονται ὑμᾶς οἱ ἀδελϕοὶ πάντες. ᾽Ασπάσασϑε ἀλλήλους ἐν ϕιλήματι ἁγίῳ.
Verse: 21    
῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
Verse: 22    
εἴ τις οὐ ϕιλεῖ τὸν κύριον, ἤτω ἀνάϑεμα. Μαρανα ϑα.
Verse: 23    
χάρις τοῦ κυρίου ᾽Ιησοῦ μεϑ' ὑμῶν.
Verse: 24    
ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ᾽Ιησοῦ.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.