TITUS
Novum Testamentum graece
Part No. 95
Previous part

Chapter: 4 
Verse: 1    Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
Verse: 2    
διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ ᾽Ιησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν,
Verse: 3    
καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔϑεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.
Verse: 4    
πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήϑη ἀριϑμὸς τῶν ἀνδρῶν [ὡς] χιλιάδες πέντε.
Verse: 5    
᾽Εγένετο δὲ ἐπὶ τὴν αὔριον συναχϑῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν ᾽Ιερουσαλήμ [
Verse: 6    
καὶ ῞Αννας ἀρχιερεὺς καὶ Καϊάϕας καὶ ᾽Ιωάννης καὶ ᾽Αλέξανδρος καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ]
Verse: 7    
καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνϑάνοντο, ᾽Εν ποίᾳ δυνάμει ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
Verse: 8    
τότε Πέτρος πλησϑεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς, ῎Αρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι,
Verse: 9    
εἰ ἡμεῖς σήμερον ἀνακρινόμεϑα ἐπὶ εὐεργεσίᾳ ἀνϑρώπου ἀσϑενοῦς, ἐν τίνι οὗτος σέσῳσται,
Verse: 10    
γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ ᾽Ισραὴλ ὅτι ἐν τῷ ὀνόματι ᾽Ιησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ϑεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
Verse: 11    
οὗτός ἐστιν λίϑος ἐξουϑενηϑεὶς ὑϕ' ὑμῶν τῶν οἰκοδόμων, γενόμενος εἰς κεϕαλὴν γωνίας.
Verse: 12    
καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ σωτηρία, οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνϑρώποις ἐν δεῖ σωϑῆναι ἡμᾶς.
Verse: 13    
Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ ᾽Ιωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνϑρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐϑαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ ᾽Ιησοῦ ἦσαν·
Verse: 14    
τόν τε ἄνϑρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεϑεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
Verse: 15    
κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελϑεῖν συνέβαλλον πρὸς ἀλλήλους
Verse: 16    
λέγοντες, Τί ποιήσωμεν τοῖς ἀνϑρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι' αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν ᾽Ιερουσαλὴμ ϕανερόν, καὶ οὐ δυνάμεϑα ἀρνεῖσϑαι·
Verse: 17    
ἀλλ' ἵνα μὴ ἐπὶ πλεῖον διανεμηϑῇ εἰς τὸν λαόν, ἀπειλησώμεϑα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνϑρώπων.
Verse: 18    
καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν τὸ καϑόλου μὴ ϕϑέγγεσϑαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ ᾽Ιησοῦ.
Verse: 19    
δὲ Πέτρος καὶ ᾽Ιωάννης ἀποκριϑέντες εἶπον πρὸς αὐτούς, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ ϑεοῦ ὑμῶν ἀκούειν μᾶλλον τοῦ ϑεοῦ, κρίνατε,
Verse: 20    
οὐ δυνάμεϑα γὰρ ἡμεῖς εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.
Verse: 21    
οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν ϑεὸν ἐπὶ τῷ γεγονότι·
Verse: 22    
ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ἄνϑρωπος ἐϕ' ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
Verse: 23    
᾽Απολυϑέντες δὲ ἦλϑον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
Verse: 24    
οἱ δὲ ἀκούσαντες ὁμοϑυμαδὸν ἦραν ϕωνὴν πρὸς τὸν ϑεὸν καὶ εἶπαν, Δέσποτα, σὺ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ϑάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
Verse: 25    
τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών, ῾Ινατί ἐϕρύαξαν ἔϑνη καὶ λαοὶ ἐμελέτησαν κενά;
Verse: 26    
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχϑησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
Verse: 27    
συνήχϑησαν γὰρ ἐπ' ἀληϑείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ᾽Ιησοῦν, ὃν ἔχρισας, ῾Ηρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔϑνεσιν καὶ λαοῖς ᾽Ισραήλ,
Verse: 28    
ποιῆσαι ὅσα χείρ σου καὶ βουλή σου προώρισεν γενέσϑαι.
Verse: 29    
καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
Verse: 30    
ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσϑαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου ᾽Ιησοῦ.
Verse: 31    
καὶ δεηϑέντων αὐτῶν ἐσαλεύϑη τόπος ἐν ἦσαν συνηγμένοι, καὶ ἐπλήσϑησαν ἅπαντες τοῦ ἁγίου πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ ϑεοῦ μετὰ παρρησίας.
Verse: 32    
Τοῦ δὲ πλήϑους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς πάντα κοινά.
Verse: 33    
καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου ᾽Ιησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
Verse: 34    
οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔϕερον τὰς τιμὰς τῶν πιπρασκομένων
Verse: 35    
καὶ ἐτίϑουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καϑότι ἄν τις χρείαν εἶχεν.
Verse: 36    
᾽Ιωσὴϕ δὲ ἐπικληϑεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ἐστιν μεϑερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,
Verse: 37    
ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔϑηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.