TITUS
Novum Testamentum graece
Part No. 97
Chapter: 6
Verse: 1
᾽Εν
δὲ
ταῖς
ἡμέραις
ταύταις
πληϑυνόντων
τῶν
μαϑητῶν
ἐγένετο
γογγυσμὸς
τῶν
῾Ελληνιστῶν
πρὸς
τοὺς
῾Εβραίους
,
ὅτι
παρεϑεωροῦντο
ἐν
τῇ
διακονίᾳ
τῇ
καϑημερινῇ
αἱ
χῆραι
αὐτῶν
.
Verse: 2
προσκαλεσάμενοι
δὲ
οἱ
δώδεκα
τὸ
πλῆϑος
τῶν
μαϑητῶν
εἶπαν
,
Οὐκ
ἀρεστόν
ἐστιν
ἡμᾶς
καταλείψαντας
τὸν
λόγον
τοῦ
ϑεοῦ
διακονεῖν
τραπέζαις
·
Verse: 3
ἐπισκέψασϑε
δέ
,
ἀδελϕοί
,
ἄνδρας
ἐξ
ὑμῶν
μαρτυρουμένους
ἑπτὰ
πλήρεις
πνεύματος
καὶ
σοϕίας
,
οὓς
καταστήσομεν
ἐπὶ
τῆς
χρείας
ταύτης
·
Verse: 4
ἡμεῖς
δὲ
τῇ
προσευχῇ
καὶ
τῇ
διακονίᾳ
τοῦ
λόγου
προσκαρτερήσομεν
.
Verse: 5
καὶ
ἤρεσεν
ὁ
λόγος
ἐνώπιον
παντὸς
τοῦ
πλήϑους
,
καὶ
ἐξελέξαντο
Στέϕανον
,
ἄνδρα
πλήρης
πίστεως
καὶ
πνεύματος
ἁγίου
,
καὶ
Φίλιππον
καὶ
Πρόχορον
καὶ
Νικάνορα
καὶ
Τίμωνα
καὶ
Παρμενᾶν
καὶ
Νικόλαον
προσήλυτον
᾽Αντιοχέα
,
Verse: 6
οὓς
ἔστησαν
ἐνώπιον
τῶν
ἀποστόλων
,
καὶ
προσευξάμενοι
ἐπέϑηκαν
αὐτοῖς
τὰς
χεῖρας
.
Verse: 7
Καὶ
ὁ
λόγος
τοῦ
ϑεοῦ
ηὔξανεν
,
καὶ
ἐπληϑύνετο
ὁ
ἀριϑμὸς
τῶν
μαϑητῶν
ἐν
᾽Ιερουσαλὴμ
σϕόδρα
,
πολύς
τε
ὄχλος
τῶν
ἱερέων
ὑπήκουον
τῇ
πίστει
.
Verse: 8
Στέϕανος
δὲ
πλήρης
χάριτος
καὶ
δυνάμεως
ἐποίει
τέρατα
καὶ
σημεῖα
μεγάλα
ἐν
τῷ
λαῷ
.
Verse: 9
ἀνέστησαν
δέ
τινες
τῶν
ἐκ
τῆς
συναγωγῆς
τῆς
λεγομένης
Λιβερτίνων
καὶ
Κυρηναίων
καὶ
᾽Αλεξανδρέων
καὶ
τῶν
ἀπὸ
Κιλικίας
καὶ
᾽Ασίας
συζητοῦντες
τῷ
Στεϕάνῳ
,
Verse: 10
καὶ
οὐκ
ἴσχυον
ἀντιστῆναι
τῇ
σοϕίᾳ
καὶ
τῷ
πνεύματι
ᾧ
ἐλάλει
.
Verse: 11
τότε
ὑπέβαλον
ἄνδρας
λέγοντας
ὅτι
᾽Ακηκόαμεν
αὐτοῦ
λαλοῦντος
ῥήματα
βλάσϕημα
εἰς
Μωϋσῆν
καὶ
τὸν
ϑεόν
·
Verse: 12
συνεκίνησάν
τε
τὸν
λαὸν
καὶ
τοὺς
πρεσβυτέρους
καὶ
τοὺς
γραμματεῖς
,
καὶ
ἐπιστάντες
συνήρπασαν
αὐτὸν
καὶ
ἤγαγον
εἰς
τὸ
συνέδριον
,
Verse: 13
ἔστησάν
τε
μάρτυρας
ψευδεῖς
λέγοντας
,
῾Ο
ἄνϑρωπος
οὗτος
οὐ
παύεται
λαλῶν
ῥήματα
κατὰ
τοῦ
τόπου
τοῦ
ἁγίου
[τούτου]
καὶ
τοῦ
νόμου
·
Verse: 14
ἀκηκόαμεν
γὰρ
αὐτοῦ
λέγοντος
ὅτι
᾽Ιησοῦς
ὁ
Ναζωραῖος
οὗτος
καταλύσει
τὸν
τόπον
τοῦτον
καὶ
ἀλλάξει
τὰ
ἔϑη
ἃ
παρέδωκεν
ἡμῖν
Μωϋσῆς
.
Verse: 15
καὶ
ἀτενίσαντες
εἰς
αὐτὸν
πάντες
οἱ
καϑεζόμενοι
ἐν
τῷ
συνεδρίῳ
εἶδον
τὸ
πρόσωπον
αὐτοῦ
ὡσεὶ
πρόσωπον
ἀγγέλου
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.