TITUS
Novum Testamentum graece
Part No. 97
Previous part

Chapter: 6 
Verse: 1    ᾽Εν δὲ ταῖς ἡμέραις ταύταις πληϑυνόντων τῶν μαϑητῶν ἐγένετο γογγυσμὸς τῶν ῾Ελληνιστῶν πρὸς τοὺς ῾Εβραίους, ὅτι παρεϑεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καϑημερινῇ αἱ χῆραι αὐτῶν.
Verse: 2    
προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆϑος τῶν μαϑητῶν εἶπαν, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ ϑεοῦ διακονεῖν τραπέζαις·
Verse: 3    
ἐπισκέψασϑε δέ, ἀδελϕοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις πνεύματος καὶ σοϕίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης·
Verse: 4    
ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
Verse: 5    
καὶ ἤρεσεν λόγος ἐνώπιον παντὸς τοῦ πλήϑους, καὶ ἐξελέξαντο Στέϕανον, ἄνδρα πλήρης πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον ᾽Αντιοχέα,
Verse: 6    
οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέϑηκαν αὐτοῖς τὰς χεῖρας.
Verse: 7    
Καὶ λόγος τοῦ ϑεοῦ ηὔξανεν, καὶ ἐπληϑύνετο ἀριϑμὸς τῶν μαϑητῶν ἐν ᾽Ιερουσαλὴμ σϕόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
Verse: 8    
Στέϕανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Verse: 9    
ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ ᾽Αλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ ᾽Ασίας συζητοῦντες τῷ Στεϕάνῳ,
Verse: 10    
καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοϕίᾳ καὶ τῷ πνεύματι ἐλάλει.
Verse: 11    
τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ᾽Ακηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσϕημα εἰς Μωϋσῆν καὶ τὸν ϑεόν·
Verse: 12    
συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον,
Verse: 13    
ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, ῾Ο ἄνϑρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου [τούτου] καὶ τοῦ νόμου·
Verse: 14    
ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι ᾽Ιησοῦς Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔϑη παρέδωκεν ἡμῖν Μωϋσῆς.
Verse: 15    
καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καϑεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.